Εμφάνιση αναρτήσεων με ετικέτα αγιογραφικά. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα αγιογραφικά. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 25 Δεκεμβρίου 2010

Καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν, ὀφθήσεται τὸ τόξον ἐν τῇ νεφέλῃ


καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε·
τοῦτο τὸ σημεῖον τῆς διαθήκης,
ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν
καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης,
ἥ ἐστι μεθ᾿ ὑμῶν εἰς γενεὰς αἰωνίους·
τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ,
καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς.
καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν,
ὀφθήσεται τὸ τόξον ἐν τῇ νεφέλῃ,
καὶ μνησθήσομαι τῆς διαθήκης μου,
ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν,
καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί,
καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμόν,
ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα.
καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ,
καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον
ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς
καὶ ἀνὰ μέσον ψυχῆς ζώσης ἐν πᾶσι σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς.
καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε·
τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ
καὶ ἀνὰ μέσον πάσης σαρκός, ἥ ἐστιν ἐπὶ τῆς γῆς.

Πέμπτη 28 Οκτωβρίου 2010

Σοφία Σειράχ - Από το Αρχείο: εις υπόμνησιν.


Τέκνον,
εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ,
ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν.
Εὔθυνον τὴν καρδίαν σου
καὶ καρτέρησον
καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς.
Κολλήθητι Αυτῷ καὶ μὴ ἀποστῇς,
ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου.
Πᾶν ὅ ἐὰν ἐπαχθῇ σοι δέξαι
καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον.
Ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς
καὶ ἄνθρωποι δεκτοὶ
ἐν καμίνῳ ταπεινώσεως.

β ΄ 1-5


Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε.
Τὶς ἐνεπίστευσε τῷ Κυρίῳ καὶ κατησχύνθη;
ἤ τὶς ἐνέμεινε τῷ φόβῳ Αὐτοῦ καὶ ἐγκατελείφθη;
ἤ τὶς ἐπεκαλέσατο Αὐτὸν καὶ ὑπερεῖδεν Αὐτόν;
διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος
καὶ ἀφίησι ἁμαρτίας
καὶ σώζει ἐν καιρῷ θλίψεως.

β ΄ 10-11

Ανηρτήθη για πρώτη φορά την Τετάρτη, 10 Ιανουαρίου 2010