Εμφάνιση αναρτήσεων με ετικέτα Εγκώμιον στον Απόστολο Ανδρέα. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Εγκώμιον στον Απόστολο Ανδρέα. Εμφάνιση όλων των αναρτήσεων

Τρίτη 18 Ιανουαρίου 2011

Ἀθανάσιος ὁ Μέγας. Ἐγκώμιον εἰς τὸν Ἅγιον Ανδρέαν τὸν Ἀπόστολον


Ἑλληνικὴ Πατρολογία Μιγνίου (Migne), τ. 28ος, σ. 1101 κ' ἑξῆς, ἢ ΒΕΠΕΣ, τ. 36ος, σ. 303-306.

Α' . Ὁρῶν τὴν λαμπρὰν ταύτην ἀγέλην τοῦ Πνεύματος καὶ εἰς τὸ γαληνὸν ἀληθῶς καὶ ἀκύμαντον πέλαγος, ἀποστολικὴν ὑπερβεβλημένην σαγήνην, τῆς δεσποτικῆς φωνῆς ὑπομιμνήσκομαι βοώσης• «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων»(2). Ὢ φωνῆς ἐνεργοῦς! Ὢ ρημάτων διὰ πραγμάτων γνωριζομένων! Ὢ τῆς ἀληθοῦς ὑποσχέσεως καθ' ἡμέραν αὐξανομένης! Τίνος γὰρ ἡ πολυάνθρωπος αὕτη θήρα; Τὶς ὁ τὴν περιφανῆ ταύτην ἀθροίσας πανήγυριν, ἢ δῆλον, ὡς ὁ περιφανὴς τῶν ἀποστόλων Ἀνδρέας; ὁ ἁπλώσας τῆς γλώττης καὶ τῆς μνήμης τὰ θήρατρα• ἵνα, τὴν ἱεράν ταύτην ἐμπλήσας ὁλκάδα(3) τοῖς οἴαξι(4) τῆς ἀποστολῆς, πρὸς οὐρανὸν ἰθύνη(5) τὸ σκάφος. Καὶ ποῖα τὰ τῆς ἄγρας πρωτεῖα; Ποῖα δὲ τῶν καμάτων τὰ ἀκροθίνια(6); Οἱ τὸν τῆς ἱερωσύνης περίβολον ταῖς ἀρεταῖς περιφαιδρύνοντες. 
Οἱ πρῶτοι τὰς ἀποστολικὰς ταύτας ὑπερθέντες(7) ἀγκάλας, καὶ τοὺς ἔξω πλανωμένους πρὸς σωτηρίαν ἀγρεύσαντες. Ἀλλ' ἢ καὶ τῆς παρούσης ἡμῖν πανηγύρεως ὁ μέγας οὗτος Ἀνδρέας τὰς προφάσεις δέδωκεν• ἀλλ' ὅ γε πᾶς τῶν ἀποστόλων συνεκτιμᾶται χορός. Οὕς γὰρ ἡ χάρις συνῆψεν, οὐ διίστησι τόπος. 
Καὶ καθάπερ εἴ τις τῶν ἐκ πολυτελείας διηνθισμένων λίθων ἐπαινεῖν ἐθελήσειε στέφανον, ὅτου ἂν τοῖς ἐπαίνοις περιδράξηται μέρους, τὸν ὅλον συνθαυμάζει τοῖς μέρεσι• ἢ καθάπερ, χρυσῆν τινα σειρὰν ὁρῶν τις, ὅπη(8) ἂν ἅψαιτο(9), τὸ πᾶν συνεκίνησεν• οὕτω καὶ ὁ πρὸς ἕνα τῶν ἀποστόλων λόγος βαδίζων δι' αὐτοῦ συνέχει τοὺς ἅπαντας κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν• «Εἰ χαίρει ἕν μέλος, συγχαίρει πάντα τὰ μέλη»(10)
Ποίαν γὰρ ἂν μελῶν ἁρμονίαν οὕτως ἡ φύσις ἐξύφηνεν, ὡς τὴν τῶν ἀποστόλων χορείαν ἡ τοῦ Πνεύματος χάρις συνήρμοσε; Μία γὰρ ὄντως χάρις, ἡ τοὺς ἀποστόλους τῷ Δεσπότῃ στρατολογήσασα.

Συνολικές προβολές σελίδας

Αρχειοθήκη ιστολογίου