Εμφάνιση αναρτήσεων με ετικέτα Ευαγγέλιο Κυριακής. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ευαγγέλιο Κυριακής. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 7 Δεκεμβρίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κυριακή Ι΄ Λουκᾶ



Κυριακή Ι΄ Λουκᾶ

 Τό Εὐαγγέλιο τῆς Κυριακῆς καί ἡ ἀπόδοσή του στήν νεοελληνική

Κατά Λουκᾶν Εὐαγγέλιο  Κεφ. 13, χωρία 10 ἕως 17
 Μιὰ γυναῖκα θεραπεύεται τὴν ἡμέραν τοῦ Σαββάτου

ΙΓ΄. Τῷ καιρῷ ἐκείνω ἦν 10 διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. 11 καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές.
12 ἰδὼν δὲ αὐτὴν ὁ ᾿Ιησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· 13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν.
14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ ᾿Ιησοῦς, ἔλεγε τῷ ὄχλῳ· ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου.
15 ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· ὑποκριτά, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει;
16 ταύτην δέ, θυγατέρα ᾿Αβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου;
17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾿ αὐτοῦ.

Σάββατο 30 Νοεμβρίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κυριακή ΙΔ΄ Λουκᾶ


Κυριακή ΙΔ΄ Λουκᾶ
 Τό Εὐαγγέλιο τῆς Κυριακῆς καί ἡ ἀπόδοσή του στήν νεοελληνική
Κατά Λουκᾶν Εὐαγγέλιο  Κεφ. 18, χωρία 35 ἕως 43
῾Η θεραπεία τοῦ τυφλοῦ τῆς ῾Ιεριχὼ

ΙΗ΄\ 35 ᾿Εγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς ῾Ιεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 καὶ ἐβόησε λέγων· ᾿Ιησοῦ υἱὲ Δαυΐδ, ἐλέησόν με·
39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησόν με. 40 σταθεὶς δὲ ὁ ᾿Ιησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν
41 λέγων· τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. 42 καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. 43 καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.

ΑΠΟΔΟΣΗ

Εκείνο τον καιρό, καθώς πλησίαζε ο Ιησούς στην Ιεριχώ, καθόταν ένας τυφλός κοντά στο δρόμο και ζητιάνευε. Όταν άκουσε πώς περνάει πολύς κόσμος, ρώτησε τί ακριβώς συμβαίνει. Του απάντησαν δε πώς ο Ιησούς ο Ναζωραίος περνάει από μπροστά του. Τότε φώναξε δυνατά: «Ιησού υιέ Δαβίδ, ελέησε με».

Σάββατο 23 Νοεμβρίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κυριακή ΙΓ΄ Λουκᾶ


Κυριακή ΙΓ΄ Λουκᾶ
 Τό Εὐαγγέλιο τῆς Κυριακῆς καί ἡ ἀπόδοσή του στήν νεοελληνική
Κατά Λουκᾶν Εὐαγγέλιο  Κεφ. 18, χωρία 18 ἕως 27
Η αἰώνιος ζωὴ καὶ τὰ ἐμπόδια ἀπὸ τὰ πλούτη

ΙΗ΄. 18 Τῷ καιρώ εκείνο, άνθρωπός τις προσήλθε τω Ιησού πειράζων αὐτὸν και λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 19 εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.
20 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. 21 ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
22 ἀκούσας δὲ ταῦτα ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
23 ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. 24 ἰδὼν δὲ αὐτὸν ὁ ᾿Ιησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ!
25 εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26 εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; 27 ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

ΑΠΟΔΟΣΗ

Σάββατο 16 Νοεμβρίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κυριακή Θ΄ Λουκᾶ


Κυριακή Θ΄ Λουκᾶ
 Τό Εὐαγγέλιο τῆς Κυριακῆς καί ἡ ἀπόδοσή του στήν νεοελληνική
Κατά Λουκᾶν Εὐαγγέλιο  Κεφ. 12, χωρία 16 ἕως 21
Ἡ παραβολὴ τοῦ ἄφρονος πλουσίου

ΙΒ΄. 16 Εἶπε δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· 17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18 καὶ εἶπε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γενήματά μου καὶ τὰ ἀγαθά μου,
19 καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20 εἶπε δὲ αὐτῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; 21 οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν.

ΑΠΟΔΟΣΗ

Τους είπε ο Κύριος αυτή την παραβολή. Ενός ανθρώπου πλούσιου έφεραν τα χωράφια του μεγάλη σοδειά· και σκεπτόταν μέσα του λέγοντας· Τι πρέπει να κάνω, γιατί δεν έχω που να μαζέψω τους καρπούς μου; Και είπε· αυτό θα κάνω, θα γκρεμίσω τις αποθήκες μου και στη θέση τους θα χτίσω μεγαλύτερες και εκεί θα μαζέψω όλα τα γεννήματα μου και τα αγαθά μου και θα πω στην ψυχή μου·
Ψυχή, έχεις μαζέψει πολλά αγαθά, πού σου φτάνουν για πολλά χρόνια. Αναπαύσου, λοιπόν, τρώγε, πίνε, καλοπέρνα.

Σάββατο 2 Νοεμβρίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κυριακή Ε΄ Λουκᾶ


Κυριακή Ε΄ Λουκᾶ
 Τό Εὐαγγέλιο τῆς Κυριακῆς καί ἡ ἀπόδοσή του στήν νεοελληνική
Κατά Λουκᾶν Εὐαγγέλιο  Κεφ. 16, χωρία 19 ἕως 31
Ὁ πλούσιος καί ὁ φτωχός Λάζαρος

ΙΣΤ΄. 19 ῎Ανθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ᾿ ἡμέραν λαμπρῶς. 20 πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος 21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ.
 22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον ᾿Αβραάμ· ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.
23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν ᾿Αβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24 καὶ αὐτὸς φωνήσας εἶπε· πάτερ ᾿Αβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.
25 εἶπε δὲ ᾿Αβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι· 26 καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.

Σάββατο 26 Οκτωβρίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κυριακή Ζ΄ Λουκᾶ


Κυριακή Ζ΄ Λουκᾶ
 Τό Εὐαγγέλιο τῆς Κυριακῆς καί ἡ ἀπόδοσή του στήν νεοελληνική.
Κατά Λουκᾶν Εὐαγγέλιο Κεφ. 8, χωρία 41 ἕως 56
Η ἀνάστασις τῆς κόρης τοῦ ᾿Ιαείρου καὶ ἡ θεραπεία τῆς αἱμορροούσης

Η΄. 41 Τῷ καιρῷ ἐκείνῳ ἄνθρωπός τις προσῆλθε τῷ ᾿Ιησοῦ, ᾧ ὄνομα ᾿Ιάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. ᾿
Εν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ρύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ρύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ ᾿Ιησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; 46 ὁ δὲ ᾿Ιησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ.
47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

Σάββατο 19 Οκτωβρίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κυριακή ΣΤ΄ Λουκᾶ


Κυριακή ΣΤ΄ Λουκᾶ
 Τό Εὐαγγέλιο τῆς Κυριακῆς καί ἡ ἀπόδοσή του στήν νεοελληνική.
Κατά Λουκᾶν Εὐαγγέλιο Κεφ. Η, χωρία 26 ἕως 39

26 Καὶ κατέπλευσεν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ἥτις ἐστὶν ἀντίπερα τῆς Γαλιλαίας. 27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ’ ἐν τοῖς μνήμασιν.
28 ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. 29 παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων·
Τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· Λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· 31 καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.

Σάββατο 12 Οκτωβρίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κυριακή Δ΄ Λουκᾶ


Κυριακή Δ΄ Λουκᾶ
 Τό Εὐαγγέλιο τῆς  Κυριακῆς.
 καί ἡ ἀπόδοσή του  στήν νεοελληνική.
Κατά  Λουκᾶν Εὐαγγέλιο Κεφ. 8, χωρία 5 ἕως 15

H΄. 5 Eξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· 6 καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα·  
7 καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. 8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.  
9 ᾿Επηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη. 10 ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν.  
11 ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· 12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.  
13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. 15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.

Σάββατο 5 Οκτωβρίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κυριακή Γ΄ Λουκᾶ


Κυριακή Γ΄ Λουκᾶ
 Τό Εὐαγγέλιο τῆς  Κυριακῆς.
 καί ἡ ἀπόδοσή του  στήν νεοελληνική.
Κατά  Λουκᾶν Εὐαγγέλιο Κεφ. 7, χωρία 11 ἕως 16

Ζ΄. 11 Τῷ καιρῶ ἐκείνω, ὁ Ἰησοῦς ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. 12 ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.
13
καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε· 14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
16 ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. 17 καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ.

ΑΠΟΔΟΣΗ

Εκείνο τον καιρό επήγε o Ιησούς σε μια πόλη πού την έλεγαν Ναΐν και μαζί του πήγαιναν και οι μαθητές και πολύς κόσμος.
Μόλις όμως έφθασε στην πύλη της πόλεως, μετεφέρετο προς τα έξω ένας νεκρός. Ήταν το μοναχοπαίδι της μητέρας του, πού ήταν και αυτή χήρα.

Σάββατο 28 Σεπτεμβρίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κυριακή B΄ Λουκᾶ


Κυριακή Β΄ Λουκᾶ
 Τό Εὐαγγέλιο τῆς  Κυριακῆς.
 καί ἡ ἀπόδοσή του  στήν νεοελληνική.
Κατά  Λουκᾶν Εὐαγγέλιο Κεφ. 6, χωρία 31 ἕως 36

ΣΤ΄. Είπεν ο Κύριος, 31 καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. 32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι.
33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι.
34 καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. 
35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.

ΑΠΟΔΟΣΗ

Όπως θέλετε να σας φέρνονται οι άλλοι άνθρωποι, έτσι να τους φέρεσθε κι εσείς. Και αν αγαπάτε εκείνους πού σας αγαπούν, τι τάχα σπουδαίο κάνετε; Και οι κακοί αγαπούν εκείνους πού τους αγαπούν. Και αν κάνετε καλό σε εκείνους πού σας κάνουν καλό, τι τάχα σπουδαίο κάνετε; Και οι κακοί το ίδιο κάνουν.

Σάββατο 21 Σεπτεμβρίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κυριακή Α΄ Λουκᾶ


  Κυριακή Α΄ Λουκᾶ
 Τό Εὐαγγέλιο τῆς  Κυριακῆς καί ἡ ἀπόδοσή του  στήν νεοελληνική.
Κατά  Λουκᾶν Εὐαγγέλιο Κεφ. 5, χωρία 1 ἕως 11 
Κλῆσις τῶν πρώτων μαθητῶν

Ε´.1 Τῷ καιρῷ ἐκείνῳ ὁ ᾿Ιησοῦς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, 2 καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. 3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.
4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ρήματί σου χαλάσω τὸ δίκτυον.
6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. 7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.
8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν ᾿Ιησοῦ λέγων· ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· 9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, 10 ὁμοίως δὲ καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ ᾿Ιησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

Σάββατο 24 Αυγούστου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κυριακή Θ΄ Ματθαίου


Κυριακή Θ΄ Ματθαίου
 Τό Εὐαγγέλιο τῆς  Κυριακῆς.
 καί ἡ ἀπόδοσή του  στήν νεοελληνική.
Κατά Ματθαίον Εὐαγγέλιο Κεφ.14, χωρίο 22 ἕως 34
 

ΙΔ΄. 22 Καὶ εὐθέως ἠνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24 τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.
 25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ ᾿Ιησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης.
26 καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.
28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. 29 ὁ δὲ εἶπεν, ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν ᾿Ιησοῦν. 30 βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με.
31 εὐθέως δὲ ὁ ᾿Ιησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ὀλιγόπιστε! εἰς τί ἐδίστασας; 32 καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος· 33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς εἶ. 34 Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.

Σάββατο 17 Αυγούστου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κυριακή Η΄ Ματθαίου


Κυριακή Η΄ Ματθαίου
 Τό Εὐαγγέλιο τῆς  Κυριακῆς.
 καί ἡ ἀπόδοσή του  στήν νεοελληνική.
Κατά Ματθαίον Εὐαγγέλιο Κεφ.14, χωρίο 14 ἕως 22

«14 Καὶ ἐξελθὼν ὁ ᾿Ιησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. 15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.
16 ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 ὁ δὲ εἶπε· φέρετέ μοι αὐτοὺς ὧδε. 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.
22Καὶ εὐθέως ἠνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.»

Σάββατο 10 Αυγούστου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κατά Ματθαίον Εὐαγγέλιο. Κυριακή Ζ΄ Ματθαίου


Κυριακή Ζ΄ Ματθαίου
 Τό Εὐαγγέλιο τῆς  Κυριακῆς.
 καί ἡ ἀπόδοσή του  στήν νεοελληνική.
Κατά Ματθαίον Εὐαγγέλιο Κεφ.θ, χωρίο 27 ἕως 35

Θ.27.Τῷ καιρῷ ἐκείνῳ παράγοντι τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ Δαυῒδ. 28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· Ναί, Κύριε.
 29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. 30 καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω.
31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. 32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον·
 33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. 34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

ΑΠΟΔΟΣΗ
Τον καιρό εκείνο ο Iησούς προχώρησε πιο πέρα, τον ακολούθησαν δυο τυφλοί φωνάζοντας: Ελέησέ μας, Γιε του Δαβίδ. Kι όταν έφτασε στο σπίτι, τον πλησίασαν οι τυφλοί.

Σάββατο 3 Αυγούστου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κατά Ματθαίον Εὐαγγέλιο. Κυριακή ΣΤ' Ματθαίου


  Κυριακή ΣΤ΄ Ματθαίου
 Τό Εὐαγγέλιο τῆς Κυριακής καί ἡ ἀπόδοσή του  στήν νεοελληνική.
Κατά Ματθαίον Εὐαγγέλιο Κεφ. 9, χωρίο 1 ἕως χωρίο 8.

Θ´. 1 ΚΑΙ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ.
4 καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; 5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; 6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 8 ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

ΑΠΟΔΟΣΗ

Και μπήκε σε πλοιάριο Και πέρασε στο απέναντι μέρος (Γενησαρέτ) Και ήλθε στη δική του πόλη (Καπερναούμ). Και του έφεραν ένα παράλυτο ξαπλωμένο σε ένα κρεβάτι (φορείο). Όταν ο Ιησούς είδε την πίστη τους, είπε στον παράλυτο: «έχε θάρρος, παιδί μου.
Σου συγχωρούνται οι αμαρτίες σου». Και μερικοί από τους γραμματείς είπαν μέσα τους: «Αυτός βλασφημεί». Ό δε Ιησούς αφού κατάλαβε τις σκέψεις τους, είπε: «Γιατί σκέπτεσθε πονηρά μέσα στην καρδιά σας;

Σάββατο 27 Ιουλίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κατά Ματθαίον Εὐαγγέλιο. Κυριακή Ε' Ματθαίου


 Κυριακή Ε΄ Ματθαίου
 Τό Εὐαγγέλιο τῆς Κυριακής καί ἡ ἀπόδοσή του  στήν νεοελληνική.
Κατά Ματθαίον Εὐαγγέλιο η΄28-θ΄1

Τῷ καιρῶ ἐκείνω, ἐλθόντι τῷ Ἰησοῦ εἰς τό πέραν, εἰς τήν χώραν τῶν Γεργεσηνῶν, ὑπήντησαν αὐτῶ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποί λίαν, ὥστε μή ἰσχύειν τινά παρελθεῖν διά τῆς ὁδοῦ ἐκείνης.
Καί ἰδού ἔκραξαν λέγοντες΄ τί ἠμίν καί σοί, Ἰησοῦ υἱέ τοῦ Θεοῦ;  Ἦλθες ὧδε πρό καιροῦ βασανίσαι ἠμᾶς; Ἤν δέ μακράν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
Οἱ δέ δαίμονες παρεκάλουν Αὐτόν λέγοντες΄ εἰ ἐκβάλλεις ἠμᾶς, ἐπιτρεψον ἠμίν ἀπελθεῖν εἰς τήν ἀγέλην τῶν χοίρων. Καί εἶπεν αὐτοῖς΄ ὑπάγετε.
 Οἱ δέ ἐξελθόντες ἀπῆλθον εἰς τήν ἀγέλην τῶν χοίρων΄ καί ἰδού ὤρμησε πάσα ἡ ἀγέλη τῶν χοίρων κατά τοῦ κρημνοῦ εἰς τήν θάλασσαν καί ἀπέθανον ἐν τοῖς ὕδασιν.
Οἱ δέ βόσκοντες ἔφυγον, καί ἀπελθόντες εἰς τήν πόλιν ἀπήγγειλαν πάντα καί τά τῶν δαιμονιζομένων.
Καί ἰδού πάσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καί ἰδόντες αὐτόν παρεκάλεσαν ὅπως μεταβῆ ἀπό τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβᾶς εἰς πλοῖον διεπέρασε καί ἦλθεν εἰς τήν ἰδίαν πόλιν.

Ἀπόδοση 

Τόν καιρῶ ἐκεῖνο, ὅταν ἔφτασε στήν ἀπέναντι ὄχθη, στήν περιοχή τῶν Γεργεσηνῶν, τόν συνάντησαν δύο δαιμονισμένοι πού ἔρχονταν ἀπό τά μνήματα, τόσο φοβεροί, πού κανένας δέν τολμοῦσε νά περάσει ἀπό ἐκεῖνον τό δρόμο.

Σάββατο 20 Ιουλίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κατά Ματθαίον Εὐαγγέλιο. Κυριακή Δ΄ Ματθαίου


 Κυριακή Δ΄ Ματθαίου
 Τό Εὐαγγέλιο τῆς Κυριακής καί ἡ ἀπόδοσή του  στήν νεοελληνική.
Κατά Ματθαίον Εὐαγγέλιο Κεφ.8, χωρίο 5 ἕως 13 
Θεραπεία τοῦ δούλου τοῦ ἑκατοντάρχου

 Η΄. 5 Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· 6 Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. 7 καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν.
 8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. 
9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.
10 ἀκούσας δὲ ὁ ᾿Ιησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ ᾿Ισραὴλ τοσαύτην πίστιν εὗρον. 11 λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν,  
12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 13 καὶ εἶπεν ὁ ᾿Ιησοῦς τῷ ἑκατοντάρχῳ· ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.

Σάββατο 13 Ιουλίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κατά Ματθαίον Εὐαγγέλιο. Κυριακή Ε' Ματθαίου


 Τό Εὐαγγέλιο τῆς Κυριακής καί ἡ ἀπόδοσή του  στήν νεοελληνική.
 Κατά Ματθαίον Εὐαγγέλιο Κεφ. 5, χωρία 14 ἕως19

14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.  
16 οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. 18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. 19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Ἀπόδοση

14 Σεις με το φωτεινόν σας παράδειγμα και τα λόγια του Ευαγγελίου είσθε το πνευματικόν φως της ανθρωπότητος. Οπως δε μία πόλις που είναι κτισμένη επάνω στο όρος, δεν ημπορεί να κρυφθή, έτσι και ο ιδικός σας βίος θα υποπίπτη, είτε το θέλετε είτε όχι, εις την αντίληψιν των ανθρώπων.
15 Και όταν ανάπτουν λύχνον οι άνθρωποι, δεν τον θέτουν κάτω από τον κάδον, αλλά επάνω στον λυχνοστάτην, ώστε να φωτίζη όλους εκείνους που ευρίσκονται μέσα στο σπίτι.  

Σάββατο 6 Ιουλίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κατά Ματθαίον Εὐαγγέλιο. Κυριακή Β' Ματθαίου


Τό Εὐαγγέλιο τῆς Κυριακής καί ἡ ἀπόδοσή του  στήν νεοελληνική.
 Κατά Ματθαίον Εὐαγγέλιο Κεφ. 4, χωρία 18 ἕως23
 Ο ᾿Ιησοῦς Χριστὸς καλεῖ τοὺς πρώτους μαθητάς του

Δ΄.18 Τῷ καιρῷ ἐκείνω   περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς·  
19 καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 
 21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. 
22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.

                 ῾Ο ᾿Ιησοῦς Χριστὸς περιέρχεται τὴν Γαλιλαίαν διδάσκων καὶ θεραπεύων

23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ ᾿Ιησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

ΑΠΟΔΟΣΗ

Σάββατο 29 Ιουνίου 2013

Τό Εὐαγγέλιο τῆς Κυριακῆς. Κατά Ματθαίον Εὐαγγέλιο. Κυριακή τῶν Ἁγίων Πάντων.


Κυριακή τῶν  Ἁγίων Πάντων.
 Τό Εὐαγγέλιο τῆς Κυριακής καί ἡ ἀπόδοσή του  στήν νεοελληνική.
Κατά Ματθαίον Εὐαγγέλιο Κεφ. Θ, χωρίο 36 ἕως 36 καί Κεφ. Ι, χωρία 1 - 8


Κατά Ματθαίον Κεφ.Θ 36 - 36

36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα.

Κατά Ματθαίον Κεφ. Ι´ 1 - 8

1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 2 Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐισι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ,
3 Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, 4 Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.
5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· 6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 8 ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

ΑΠΟΔΟΣΗ

Κατά Ματθαίον Κεφ. Θ´ 36 - 36

36 Οταν δε είδε τα πλήθη του λαού, ησθάνθη ευσπλαγχνίαν και πόνον δι' αυτούς, διότι ήσαν αποκαμωμένοι πνευματικώς και παραπεταμένοι, σαν πρόββατα που δεν είχαν ποιμένα.

Συνολικές προβολές σελίδας

Αρχειοθήκη ιστολογίου