Κουμπιά

Κυλιόμενο Μήνυμα

Εμφάνιση αναρτήσεων με ετικέτα Κυριακή Προσευχή. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Κυριακή Προσευχή. Εμφάνιση όλων των αναρτήσεων

Τρίτη 21 Ιανουαρίου 2025

Ὅσιος Μάξιμος ὁ Ὁμολογητής. Εἰς τὴν Προσευχὴν τοῦ Πάτερ Ἡμῶν

ΕΙΣ ΤΗΝ ΠΡΟΣΕΥΧΗΝ ΤΟΥ ΠΑΤΕΡ ΗΜΩΝ, 
ΠΡΟΣ ΕΝΑ ΦΙΛΟΧΡΙΣΤΟΝ. 
(872) ΕΡΜΗΝΕΙΑ ΣΥΝΤΟΜΟΣ 

Αὐτόν ἐδεξάμην τόν θεοφύλακτόν μου δεσπότην διά τῶν αὐτοῦ πανευφήμων γραμμάτων παραγινόμενον· (873) τόν ἀεί μέν παρόντα, καί ἀπεῖναι τῷ πνεύματι παντελῶς οὐ δυνάμενον· ὅμως δέ δι᾿ ἀρετῆς περιουσίαν θεομιμήτως συγγίνεσθαι τοῖς αὐτοῦ δούλοις, καί δ᾿ ἧς ὁ Θεός δέδωκε τῇ φύσει προφάσεως, οὐκ ἀπαναινόμενον.
Διό θαυμάσας αὐτοῦ τό μέγεθος τῆς συγκαταβάσεως, πόθῳ σύγκρατον τόν πρός αὐτόν φόβον ἐποιησάμην· καί μίαν ἐξ ἀμφοτέρων, φόβου τε καί πόθου, ἀγάπην ἐνεστησάμην, δι᾿ αἰδοῦς καί εὐνοίας συνισταμένην· ἵνα μήτε μῖσος ὁ φόβος γίνηται τοῦ πόθου γυμνούμενος, μήτε καταφρόνησις ὁ πόθος, τόν σώφρονα φόβον συνημμένον οὐκ ἔχων· ἀλλά νόμος ἡ ἀγάπη τυγχάνουσα δειχθῇ στοργῆς ἐνδιάθετος, ἅπαν τό κατά φύσιν συγγενές οἰκειούμενος· δι᾿ εὐνοίας μέν, τό μῖσος χειρούμενος· δι᾿ αἰδοῦς δέ, πόῤῥω ποιούμενος τήν καταφρόνησιν· ὅν δή μάλιστα πάντων, φημί δέ τόν φόβον, τῆς θείας ἀγάπης συστατικόν ἐπιγνούς Δαβίδ ὁ μακάριος,

Σάββατο 18 Ιανουαρίου 2025

Ἑρμηνεία τῆς Κυριακῆς προσευχῆς ἀπὸ τὸν Ἅγιο Κύριλλο Ἀλεξανδρείας

Ἑρμηνεία τῆς Κυριακῆς προσευχῆς


Ἁγίου Κυρίλλου, Αρχιεπισκόπου Ἀλεξανδρείας

«Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τὸπῳ τὶνι προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέ τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτὸν· Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰὠάννης ἐδίδαξε τὸὺς μαθητὰς αὐτοῦ (κάποτε ὁ Ἰησοῦς προσευχόταν σ’ ἕνα τόπο, κι ὅταν τελείωσε, κάποιος ἀπὸ τοὺς μαθητὲς Τοῦ Τοῦ εἶπε: "Κύριε, δίδαξέ μας καὶ μάθε μας νὰ προσευχόμαστε σωστὰ καὶ θεάρεστα, ὅπως κι ὁ Ἰωάννης ὁ Βαπτιστὴς δίδαξε τοὺς μαθητές του")» (Λουκ. 11,1).
Προσευχόταν («εἶναι αὐτὸν ἐν τὸπῳ τὶνὶ προσευχόμενον»), ἂν καὶ εἶναι Θεὸς ἀληθινὸς καὶ Υἱὸς τοῦ Θεοῦ τῶν ὅλων καὶ διανέμει ὁ Ἴδιος στὴν κτίση τὰ πάντα, μὲ τὰ ὁποῖα βρίσκεται σὲ καλὴ