Κυριακή Α' Νηστειῶν (Ὀρθοδοξίας)
Τό Εὐαγγέλιο τῆς Κυριακῆς καί ἡ ἀπόδοσή του στήν νεοελληνική
Κατὰ Ἰωάννην Εὐαγγέλιο Κέφ. 1, χωρία 44 ἕως 52
44 Τῷ καιρῷ ἐκείνω ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι.
45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου.
46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε.
48 εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι.