Εμφάνιση αναρτήσεων με ετικέτα Ευαγγέλιο. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ευαγγέλιο. Εμφάνιση όλων των αναρτήσεων

Σάββατο 7 Μαΐου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 8-5-2022 (Κυριακή των Μυροφόρων)

 


ΑΠΟΣΤΟΛΟΣ Πράξεις Αποστόλων (στ΄ 1 - 7)

Πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.
Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. Ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.
Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν Ἰουδαίων ὑπήκουον τῇ πίστει.

Σάββατο 30 Απριλίου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 1 Μαΐου 2022 (ΤΟΥ ΘΩΜΑ)

 

Το Αποστολικό Ανάγνωσμα
Πράξεις Αποστόλων (ε΄12-20)

Εν ταῖς ἡμέραις ἐκεῖναις, διὰ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ρήματα τῆς ζωῆς ταύτης.

Σάββατο 16 Απριλίου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 17 Απριλίου 2022 (των Βαΐων)

 





Το Αποστολικό Ανάγνωσμα(Φιλιπ. δ´ 4-9)
Ἀδελφοί, χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ῾Ο Κύριος ἐγγύς. Μηδὲν μεριμνᾶτε, ἀλλ᾿ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ ᾿Ιησοῦ. Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε·ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ᾿ ὑμῶν.

Σάββατο 9 Απριλίου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 10 Απριλίου 2022 - Ε´ Κυριακή των Νηστειών – Οσίας Μαρίας της Αιγυπτίας

 


Το Αποστολικό Ανάγνωσμα (῾Εβρ. θ´ 11-14)
Αδελφοί, Χριστὸς παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ᾿ ἔστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι᾿ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ῞Αγια, αἰωνίαν λύτρωσιν εὑράμενος.
Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλοντὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;

Σάββατο 2 Απριλίου 2022

Απόστολος και Ευαγγέλιο Κυριακής Δ' Νηστειών 3 Απριλίου 2022 (Ιωάννου της Κλίμακος)

 

Απόστολος, προς Εβραίους ΣΤ’ 13-20
13 Τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ' οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ,
14 λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε·
15 καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.
16 Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος·
17 ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ,
18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·
19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.

Σάββατο 26 Μαρτίου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 27 Μαρτίου 2022 - Γ΄ Νηστειών (Σταυροπροσκυνήσεως)

 

Το Αποστολικό Ανάγνωσμα
Προς Εβραίους Επιστολή Παύλου (δ΄14 – ε΄6)

Ἀδελφοί, Ἔχοντες ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας. Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ Ἀαρών.
Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ' ὁ λαλήσας πρὸς αὐτόν· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· καθὼς καὶ ἐν ἑτέρῳ λέγει· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Σάββατο 19 Μαρτίου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 20 Μαρτίου 2022 (Β´ Νηστειών)

 

Αποστολικό Ανάγνωσμα
(῾Εβρ. α´ 10 - β´ 3)

Κατ᾿ ἀρχάς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας,καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶπάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶπεριβόλαιον ἑλίξεις αὐτούς, καὶἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτησου οὐκ ἐκλείψουσι». Πρὸς τίνα δὲ τῶνἀγγέλων εἴρηκέ ποτε· «Κάθου ἐκ δεξιῶν μουἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶνποδῶν σου»;Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰτοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μή ποτεπαραρρυῶμεν. Εἰ γὰρ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶπᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖςἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσαλαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.

Σάββατο 12 Μαρτίου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 13 Μαρτίου 2022 (Της Ορθοδοξίας)

 


Το Αποστολικό Ανάγνωσμα(῾Εβρ. ια´ 24-26, 32-40)
Αδελφοί, πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.
Καὶ τί ἔτι λέγω; ᾿Επιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ ᾿Ιεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·

Σάββατο 5 Μαρτίου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 6 Μαρτίου 2022 (Κυριακή της Τυρινής)

 

Το Αποστολικό Ανάγνωσμα (Ρωμ. ιγ´ 11-ιδ´ 4)
Ἀδελφοί, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. ῾Η νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ᾿Αποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. ῾Ως ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, ἀλλ᾿ ἐνδύσασθε τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. ῞Ος μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
῾Ο ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.

Σάββατο 19 Φεβρουαρίου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 20 Φεβρουαρίου 2022 (Ασώτου)

 


Το Αποστολικό Ανάγνωσμα (Α´ Κορ. στ´ 12-20)
Αδελφοί, πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. Τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ῎Αρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο.

Σάββατο 12 Φεβρουαρίου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 13-2-2022 (ΤΕΛΩΝΟΥ και ΦΑΡΙΣΑΙΟΥ)

 



ΑΠΟΣΤΟΛΟΣ Προς Τιμόθεον Β΄ (γ΄10-15)
Τέκνον Τιμόθεε, σὺ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα! Καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος.


Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· πονηροὶ δέ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

Σάββατο 5 Φεβρουαρίου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 6-2-2022 (Χαναναίας)

 


ΑΠΟΣΤΟΛΟΣ Προς Κορινθίους Β΄ (στ΄ 16 – ζ΄1)
Ἀδελφοί, τίς συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.
Ταῦτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

Σάββατο 29 Ιανουαρίου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 30-1-2022 (Τριών Ιεραρχών)

 


Απόστολος 

Επιστολή Αποστόλου Παύλου – Προς Εβραίους, ΙΓ'(13) 7-16

Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν.
᾿Ιησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.
διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.
ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες·

Σάββατο 22 Ιανουαρίου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 23 Ιανουαρίου 2022 (ΙΔ´ Λουκά)

 


Το Αποστολικό Ανάγνωσμα
(Α´ Τιμ. α´ 15-17)


Τέκνον Τιμόθεε, πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς ᾿Ιησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται ᾿Ιησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾿ αὐτῷ εἰς ζωὴν αἰώνιον. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Σάββατο 15 Ιανουαρίου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 16 Ιανουαρίου 2022 (ΙΒ΄ ΛΟΥΚΑ)

 

Το Αποστολικό Ανάγνωσμα
Αποστ. Ανάγνωσμα: Κολ. Γ΄, 4 – 11

Πρωτότυπο Κείμενο
Όταν ο Χριστός φανερωθή, η ζωή ημών,τότε ημείς συν αυτώ φανερωθήσεσθε εν δόξη. Νεκρώσατε ουν τα μέλη υμών τα επι της γής, πορνείαν, ακαθαρσίαν, πάθος, επιθυμίαν κακήν, και την πλεονεξίαν , ητίς εστίν ειδωλολατρία, δι α έρχεται η οργή του Θεού επι τους υιούς της απειθείας, εν οις και υμείς περιεπατήσατε ποτε, ότε εζήτε εν αυτοίς˙ νυνί δε απόθεσθε και υμείς τα πάντα, οργήν, θυμόν, κακίαν, β
λασφημίαν, αισχρολογίαν εκ του στόματος υμών˙μη ψεύδεσθε εις αλλήλους, απεκδυσάμενοι τον παλαιόν άνθρωπον συν ταις πράξεσιν αυτού και ενδυσάμενοι τον νέον τον ανακαινούμενον εις επίγνωσιν κατ΄ εικόνα του κτίσαντος αυτόν , όπου ουκ ένι Έλλην και Ιουδαίος,περιτομή και ακροβυστία, βάρβαρος, Σκύθης, δούλος,ελεύθερος, αλλά τα πάντα και εν πάσι Χριστός.

Τετάρτη 5 Ιανουαρίου 2022

O Απόστολος και το Ευαγγέλιο της εορτής των ΘΕΟΦΑΝΕΙΩΝ



ΑΠΟΣΤΟΛΟΣ Προς Τίτον (β΄ 11-14, γ΄4-7)
Τέκνον Τίτε, επεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενώμεθα κατ' ἐλπίδα ζωῆς αἰωνίου.

Σάββατο 1 Ιανουαρίου 2022

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 2-1-2022 (Πρό των Φώτων)

 


Ο ΑΠΟΣΤΟΛΟΣ Προς Τιμόθεον Β΄επιστολή (δ΄ 5-8)
Τέκνον Τιμόθεε, νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε.
Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.


Ἀπόδοση στη νεοελληνική:
Τέκνον Τιμόθεε, νὰ εἶσαι σώφρων εἰς ὅλα, κακοπάθησε, κάμε ἔργον εὐαγγελισμοῦ, τὴν ὑπηρεσίαν σου κάνε εἰς τὴν ἐντέλειαν. Ἐγὼ εἶμαι ἔτοιμος νὰ χύσω τὸ αἷμά μου σὰν σπονδὴν καὶ ὁ καιρὸς τῆς ἀναχωρήσεώς μου ἔφθασε.
Τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσθηκα, τὸν δρόμον ἐτελείωσα, τὴν πίστιν ἐτήρησα καὶ τώρα πλέον μοῦ ἀπομένει τὸ στεφάνι τῆς δικαιοσύνης, τὸ ὁποῖον θὰ μοῦ δώσῃ ὁ Κύριος κατ’ ἐκείνην τὴν Ἡμέραν, ὁ δίκαιος κριτής, ὄχι μόνον δὲ εἰς ἐμὲ ἀλλὰ καὶ εἰς ὅλους ποὺ θὰ ἔχουν ἀγαπήσει τὴν ἐμφάνισίν του.

Σάββατο 18 Δεκεμβρίου 2021

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 19-12-2021 (Πρό των Χριστουγέννων)

 


ΑΠΟΣΤΟΛΟΣ Προς Εβραίους (ια΄ 9-10, 24-26, 32-40)

Ἀδελφοί,
(9-10) Πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
(24-26) Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.


(32-40) Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.


Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί,
(9-10) Μὲ τὴν πίστιν κατῴκησε ὁ Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας σὰν ξένος σὲ μιὰ ξένη χώρα, ζῶν σὲ σκηνές, μαζὶ μὲ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, οἱ ὁποῖοι ἦσαν συγκληρονόμοι τῆς ἰδίας ὑποσχέσεως, διότι ἐπερίμενε τὴν πόλιν, ἡ ὁποία εἶχε στερεὰ θεμέλια καὶ τῆς ὁποίας ἀρχιτέκτων καὶ δημιουργὸς εἶναι ὁ Θεός.
(24-26) Μὲ τὴν πίστιν ὁ Μωϋσῆς, ὅταν ἐμεγάλωσε, ἀρνήθηκε νὰ ὀνομάζεται υἱὸς τῆς θυγατρὸς τοῦ Φαραώ, διότι ἐπροτίμησε μᾶλλον νὰ ὑποφέρῃ μαζὶ μὲ τὸν λαὸν τοῦ Θεοῦ παρὰ νὰ ἔχῃ τὴν πρόσκαιρη ἀπόλαυση ἁμαρτωλῶν πραγμάτων. Ἐθεώρησε μεγαλύτερον πλοῦτον ἀπὸ τοὺς θησαυροὺς τῆς Αἰγύπτου τὸν ἐξευτελισμὸν τοῦ Χριστοῦ, καθ’ ὅσον ἀπέβλεπε εἰς τὴν ἀνταπόδοσιν.
(32-40) Καὶ τί ἀκόμη νὰ πῶ; Δὲν μοῦ ἐπιτρέπει ὁ χρόνος νὰ σᾶς διηγηθῶ διὰ τὸν Γεδεών, τὸν Βαράκ, τὸν Σαμψών, τὸν Ἰεφθάε, τὸν Δαυΐδ καὶ Σαμουὴλ καὶ τοὺς προφήτας, οἱ ὁποῖοι μὲ τὴν πίστιν ἀνέτρεψαν βασίλεια, ἔκαναν ἔργα δικαιοσύνης, ἐπέτυχαν τὴν πραγματοποίησιν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα λεόντων, ἔσβησαν τὴν δύναμιν φωτιᾶς, διέφυγαν τὴν σφαγήν, ἔγιναν ἀπὸ ἀδύνατοι δυνατοί, ἔγιναν ἰσχυροὶ σὲ καιρὸν πολέμου, ἔτρεψαν εἰς φυγὴν παρατάξεις τῶν ἐχθρῶν. Γυναῖκες ἔλαβαν τοὺς νεκρούς των δι’ ἀναστάσεως, ἄλλοι δὲ ἐβασανίσθησαν καὶ δὲν ἐδέχθησαν νὰ ἀφεθοῦν ἐλεύθεροι, διὰ νὰ ἐπιτύχουν μίαν ἄλλην καλυτέραν ἀνάστασιν. Ἄλλοι ἐδοκιμάσθησαν μὲ ἐμπαιγμοὺς καὶ μαστίγωσιν, ἀκόμη δὲ καὶ μὲ δεσμὰ καὶ φυλακήν. Ἐλιθοβολήθησαν, ἐπριονίσθησαν, ὑπέστησαν πολλὰς δοκιμασίας, ἐθανατώθησαν μὲ μάχαιραν, περιπλανῶντο φοροῦντες δέρματα προβάτων καὶ δέρματα αἰγῶν, ἐστεροῦντο, ὑπέφεραν θλίψεις καὶ κακουχίας, (ἄνθρωποι διὰ τοὺς ὁποίους δὲν ἦτο ἄξιος ὁ κόσμος), ἐπλανῶντο σὲ ἐρήμους καὶ σὲ βουνὰ, σὲ σπήλαια καὶ σὲ τρύπες τῆς γῆς.
Ὅλοι αὐτοί, ἂν καὶ εἶχαν καλὴν μαρτυρίαν διὰ τὴν πίστιν τους, δὲν ἔλαβαν ὅ,τι εἶχε ὑποσχεθεῖ ὁ Θεός, διότι εἶχε ὁ Θεὸς προβλέψει κάτι καλύτερον ἀναφορικῶς μ’ ἐμᾶς διὰ νὰ μὴ φθάσουν ἐκεῖνοι εἰς τὴν τελειότητα χωρὶς ἐμᾶς.


ΕΥΑΓΓΕΛΙΟΝ Κατά Ματθαίον (α΄1-25)
Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ.
Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.
Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραάμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. Τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός.
Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Ἀπόδοση στη νεοελληνική:
Βιβλίο τῆς ἱστορίας τοῦ Ἰησοῦ Χριστοῦ, τοῦ υἱοῦ τοῦ Δαυὶδ, τοῦ υἱοῦ τοῦ Ἀβραάμ.
Ὁ Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, ὁ Ἰσαὰκ ἐγέννησε τὸν Ἰακώβ, ὁ Ἰακὼβ ἐγέννησε τὸν Ἰούδα καὶ τοὺς ἀδεφλούς του, ὁ Ἰούδας ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἀπὸ τὴν Θαμάρ, ὁ Φαρὲς ἐγέννησε τὸν Ἐσρώμ, ὁ Ἐσρὼμ ἐγέννησε τὸν Ἀράμ, ὁ Ἀρὰμ ἐγέννησε τὸν Ἀμιναδάβ, ὁ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσών, ὁ Ναασσὼν ἐγέννησε τὸν Σαλμών, ὁ Σαλμὼν ἐγέννησε τὸν Βοὸζ ἀπὸ τὴν Ραχάβ, ὁ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ ἀπὸ τὴν Ρούθ, ὁ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί, ὁ Ἰεσσαὶ ἐγέννησε τὸν Δαυΐδ τὸν βασιλέα.
Ὁ Δαυὶδ ὁ βασιλεύς ἐγέννησε τὸν Σολομῶντα ἀπὸ τὴν σύζυγον τοῦ Οὐρία, ὁ Σολομὼν ἐγέννησε τὸν Ροβοάμ, ὁ Ροβοὰμ ἐγέννησε τὸν Ἀβιά, ὁ Ἀβιὰ ἐγέννησε τὸν Ἀσά, ὁ Ἀσὰ ἐγέννησε τὸν Ἰωσαφάτ, ὁ Ἰωσαφὰτ ἐγέννησε τὸν Ἰωράμ, ὁ Ἰωρὰμ ἐγέννησε τὸν Ὀζιάν, ὁ Ὀζίας ἐγέννησε τὸν Ἰωάθαμ, ὁ Ἰωάθαμ ἐγέννησε τὸν Ἄχαζ, ὁ Ἄχαζ ἐγέννησε τὸν Ἐζεκίαν, ὁ Ἐζεκίας ἐγέννησε τὸν Μανασσῆν, ὁ Μανασσῆς ἐγέννησε τὸν Ἀμών, ὁ Ἀμὼν ἐγέννησε τὸν Ἰωσίαν, ὁ Ἰωσίας ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφούς του κατὰ τὴν ἐποχὴν τῆς αἰχμαλωσίας εἰς τὴν Βαβυλῶνα.
Μετὰ δὲ τὴν αἰχμαλωσίαν εἰς τὴν Βαβυλῶνα ὁ Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, ὁ Σαλαθιὴλ ἐγέννησε τὸν Ζοροβάβελ, ὁ Ζοροβάβελ ἐγέννησε τὸν Ἀβιούδ, ὁ Ἀβιοὺδ ἐγέννησε τὸν Ἐλιακείμ, ὁ Ἐλιακεὶμ ἐγέννησε τὸν Ἀζώρ, ὁ Ἀζὼρ ἐγέννησε τὸν Σαδώκ, ὁ Σαδὼκ ἐγέννησε τὸν Ἀχείμ, ὁ Ἀχεὶμ ἐγέννησε τὸν Ἐλιούδ, ὁ Ἐλιοὺδ ἐγέννησε τὸν Ἐλεάζαρ, ὁ Ἐλεάζαρ ἐγέννησε τὸν Ματθάν, ὁ Ματθὰν ἐγέννησε τὸν Ἰακώβ, ὁ Ἰακὼβ ἐγέννησε τὸν Ἰωσήφ, τὸν ἄνδρα τῆς Μαρίας, ἀπὸ τὴν ὁποίαν ἐγεννήθη ὁ Ἰησοῦς, ὁ ὁποίος λέγεται Χριστός.
Ὅλαι λοιπὸν αἱ γενεαὶ ἀπὸ τοῦ Ἀβραὰμ μέχρι τοῦ Δαυΐδ εἶναι γενεαὶ δεκατέσσερις καὶ ἀπὸ τοῦ Δαυΐδ μέχρι τῆς αἰχμαλωσίας εἰς τὴν Βαβυλῶνα εἶναι γενεαὶ δεκατέσσερις καὶ ἀπὸ τῆς αἰχμαλωσίας εἰς τὴν Βαβυλῶνα μέχρι τοῦ Χριστοῦ εἶναι γενεαὶ δεκατέσσερις. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις ἔγινε κατὰ τὸν ἑξῆς τρόπον. Ἀφοῦ ἡ μητέρα του Μαρία ἀρραβωνιάσθηκε μὲ τὸν Ἰωσήφ, ἔμεινε ἔγκυος ἐκ Πνεύματος Ἁγίου πρὶν νὰ συνευρεθοῦν. Ὁ ἄνδρας της, ὁ Ἰωσήφ, ἐπειδὴ ἦτο δίκαιος καὶ δὲν ἤθελε νὰ τὴν ἐκθέσῃ, ἐσκέφθηκε νὰ τὴν διώξῃ κρυφά. Καὶ ἐνῷ ἔτσι ἐσκέπτετο, ἄγγελος τοῦ Κυρίου τοῦ παρουσιάσθηκε εἰς τὸ ὄνειρόν του καὶ τοῦ εἶπε, «Ἰωσήφ, υἱὲ τοῦ Δαυΐδ, μὴ φοβηθῇς νὰ πάρῃς μαζί σου τὴν Μαριάμ, τὴν γυναῖκα σου, διότι ἐκεῖνο ποὺ ἐγεννήθηκε μέσα της προέρχεται ἀπὸ Πνεῦμα Ἅγιον. Θὰ γεννήσῃ δὲ υἱὸν, τὸν ὁποῖον θὰ ὀνομάσῃς Ἰησοῦν, διότι αὐτὸς θὰ σώσῃ τὸν λαόν του ἀπὸ τὰς ἁμαρτίας του».
Ὅλα αὐτὰ ἔγιναν διὰ νὰ ἐκπληρωθῇ ἐκεῖνο, τὸ ὁποῖον ἐλέχθη ἀπὸ τὸν Κύριον διὰ τοῦ προφήτου, «Ἰδοὺ ἡ παρθένος θὰ συλλάβη καὶ θὰ γεννήσῃ υἱὸν καὶ θὰ τὸν ὀνομάσουν Ἐμμανουήλ», τὸ ὁποῖον μεταφραζόμενον σημαίνει, «Μαζί μας εἶναι ὁ Θεός».
Ὅταν ὁ Ἰωσὴφ ἐξύπνησε, ἔκανε ὅπως τὸν διέταξε ὁ ἄγγελος τοῦ Κυρίου, ἐπῆρε δηλαδὴ τὴν γυναῖκα του μαζί του· καὶ δὲν εἶχε καμίαν σχέσιν μαζί της μέχρις ὅτου ἐγέννησε τὸν υἱόν της τὸν πρωτότοκον καὶ τὸν ὠνόμασεν Ἰησοῦ.

Σάββατο 11 Δεκεμβρίου 2021

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 12-12-2021 (ΙΑ' Λουκά - Προπατόρων)

 


Το Αποστολικό Ανάγνωσμα
(᾿Εφεσ. ε´ 8-19)

Αδελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε· – ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· – δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι.
Διὸ λέγει· ῎Εγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾿ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.

Σάββατο 27 Νοεμβρίου 2021

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 28-11-2021 (ΙΓ' Λουκά)

 


Το Αποστολικό Ανάγνωσμα
ΑΠΟΣΤΟΛΟΣ  Προς Εφεσίους (β΄ 4-10)
Ἀδελφοί, ὁ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσωσμένοι· καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.
Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμε.
Related Posts Plugin for WordPress, Blogger...