Εμφάνιση αναρτήσεων με ετικέτα Από την υμνολογία της Κυριακής. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Από την υμνολογία της Κυριακής. Εμφάνιση όλων των αναρτήσεων

12/2/23

Δαπανήσας ασώτως...

 


Τροπάρια των αίνων - Ἦχος δ’.

Ὡς ὁ Ἄσωτος Υἱός, ἦλθον κἀγὼ Οἰκτίρμων, ὁ τὸν βίον ὅλον δαπανήσας ἐν τῇ ἀποδημίᾳ· ἐσκόρπισα τὸν πλοῦτον, ὃν δέδωκάς μοι Πάτερ· δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με.


Ἦχος πλ. δ’.

Δαπανήσας ἀσώτως, τῆς πατρικῆς οὐσίας τὸν πλοῦτον, καὶ καταναλώσας, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν· καὶ μηκέτι φέρων τὸ μετὰ τούτων συνοικέσιον, ἐπιστρέψας βοῶ σοι τῷ οἰκτίρμονι Πατρί· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱὸς σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεός, καὶ ἐλέησόν με.


4/3/22

Το στάδιον των αρετών

 


Τὸ στάδιον τῶν ἀρετῶν ἠνέωκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε, 
ἀναζωσάμενοι τὸν καλὸν τῆς Νηστείας ἀγῶνα, οἱ γὰρ νομίμως ἀθλοῦντες,
δικαίως στεφανοῦνται, καὶ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Σταυροῦ, 
τῷ ἐχθρῷ ἀντιμαχησώμεθα, ὡς τεῖχος ἄῤῥηκτον κατέχοντες τὴν Πίστιν, 
καὶ ὡς θώρακα τὴν προσευχήν, καὶ περικεφαλαίαν τὴν ἐλεημοσύνην, 
ἀντὶ μαχαίρας τὴν νηστείαν, ἥτις ἐκτέμνει ἀπὸ καρδίας πᾶσαν κακίαν. 
Ὁ ποιῶν ταῦτα, τὸν ἀληθινὸν κομίζεται στέφανον, 
παρὰ τοῦ Παμβασιλέως Χριστοῦ, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

15/1/22

Οι Καταβασίες της Υπαπαντής (ψάλλει ο Ματθαίος Τσαμκιράνης)

 Ψάλλονται στον όρθρο από 15/1 έως 9/2.



«Χέρσον αβυσσοτόκον πέδον ήλιος, επεπόλευσέ ποτε, ωσεί τείχος γάρ επάγη, εκατέρωθεν ύδωρ, λαώ πεζοποντοπορούντι, καί θεαρέστως μέλποντι. Άσωμεν τώ Κυρίω, ενδόξως γάρ δεδόξασται.

Τό στερέωμα, τών επί σοί πεποιθότων, στερέωσον Κύριε τήν Εκκλησίαν, ήν εκτήσω, τώ τιμίω σου αίματι.

Εκάλυψεν ουρανούς, η αρετή σου Χριστέ, τής κιβωτού γάρ προελθών,τού αγιάσματός σου, τής αφθόρου Μητρός, εν τώ ναώ τής δόξης σου, ώφθης ώς βρέφος, αγκαλοφορούμενος, καί επληρώθη τά πάντα τής σής αι νέσεως.

Ως είδεν Ησαίας συμβολικώς, εν θρόνω επηρμένω Θεόν, υπ' Αγγέλων δόξης δορυφορούμενον, ώ τάλας! εβόα, εγώ, πρό γάρ είδον σωματούμενον Θεόν, φωτός ανεσπέρου, καί ειρήνης δεσπόζοντα.

Εβόησέ σοι, ιδών ο Πρέσβυς, τοίς οφθαλμοίς τό σωτήριον, ό λαοίς επέστη. Εκ Θεού Χριστέ σύ Θεός μου.

12/4/14

ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑΪΩΝ ΠΡΩΪ


Το Συναξάρι της ημέρας
 

Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης, τοῦ Ὁμολογητοῦ, καὶ τῶν σὺν αὐτῷ Ἐπισκόπων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Κυντιλλιανοῦ καὶ Δάδα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλευθερίου τοῦ Πέρσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδοσίου.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζωΐλου.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τῶν Βαΐων, τὴν λαμπρὰν καὶ ἔνδοξον πανήγυριν τῆς εἰς Ἱερουσαλὴμ εἰσόδου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν.

Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, νικητὰς ἡμᾶς τῶν παραλόγων παθῶν ποίησον, καὶ τὴν σὴν ἐναργῆ κατὰ θανάτου νίκην, τὴν φαιδράν σου καὶ ζωηφόρον Ἀνάστασιν ἰδεῖν καταξίωσον, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.

Απολυτίκιον (ήχος Α΄)
 

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἢγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός, ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Απολυτίκιο έτερον (ήχος Δ΄)
 

Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου. 
 

Κοντάκιον (ήχος πλ Β΄)
 

Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος Χριστὲ ὁ Θεός, τῶν Ἀγγέλων τὴν αἴνεσιν, καὶ τῶν Παίδων ἀνύμνησιν προσεδέξω βοώντων σοι, Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.

Στιχηρά Αίνων  (ήχος Δ΄)
 

Ὁ πλεῖστος ὄχλος Κύριε, ἐστρώννυον ἐν τῇ ὁδῷ τὰ ἱμάτια αὐτῶν, ἄλλοι δὲ ἔκοπτον κλάδους, ἀπὸ τῶν δένδρων καὶ ἐβάσταζον, οἱ προάγοντες δὲ καὶ οἱ ἀκολουθοῦντες, ἔκραζον λέγοντες, Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Μέλλοντός σου εἰσιέναι, εἰς τὴν ἁγίαν Πόλιν Κύριε, τὰ κλάδη τῶν φυτῶν οἱ λαοὶ ἐβάσταζον, σὲ ὑμνοῦντες τὸν τῶν ὅλων Δεσπότην, ὁρῶντές σε ἐπὶ πώλου καθήμενον, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐθεώρουν, καὶ διὰ τοῦτο οὕτως ἐβόων΄ Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Δόξα... (Ήχος πλ Β')
Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ, Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ὁ δὲ ἀπέστειλεν αὐτούς΄ Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα, ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε, ὁ Διδάσκαλος λέγει, Πρὸς σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν Μαθητῶν μου.

6/4/14

ΚΥΡΙΑΚΗ Ε’ ΝΗΣΤΕΙΩΝ (Ὁσίας Μαρίας τῆς Αἰγυπτίας)


Ηχος πλ.Δ’, ῾Εωθινόν Η΄ 

Το Συναξάρι της ημέρας
 

Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐτυχίου, Πατριάρχου Κωνσταντινουπόλεως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑκατὸν εἴκοσι Μαρτύρων τῶν ἐν Περσίδι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Πλατωνίδος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δύο Μαρτύρων τῶν ἐν Ἀσκάλωνι ἄχρις ὀσφύος χωσθέντων καὶ τελειωθέντων.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πέμπτῃ τῶν Νηστειῶν, διετάχθημεν μνήμην ποιεῖσθαι τῆς Ὁσίας Μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεὸς ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Απολυτίκιο το αναστάσιμο (ήχος πλ.Δ')
 

Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Απολυτίκιο της Οσίας Μαρίας (ήχος πλ Δ΄)
 

Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα, λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες ὑπερορᾶν μὲν σαρκὸς παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου, διὸ καὶ μετὰ  Ἀγγέλων συναγάλλεται Ὁσία Μαρία τὸ πνεῦμα σου.
 

Απολυτίκιο Θεοτοκίον (ήχος πλ Δ΄)
 

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
 

15/3/14

ΚΥΡΙΑΚΗ Β’ ΝΗΣΤΕΙΩΝ (ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ)


῏Ηχος πλ.Α’, ῾Εωθινόν Ε’ 
Το Συναξάρι της ημέρας
 

Τῇ ΙϚ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου τοῦ Αἰγυπτίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πάπα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Κιλικίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἰωάννης, ὁ ἐν Ῥουφιαναῖς, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ῥωμανὸς ὁ ἐν τῷ Παρίῳ, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δέκα Μάρτυρες, οἱ ἐν Φοινίκῃ ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀλεξανδρίων Πάπας Ῥώμης, ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀνίνα τοῦ θαυματουργοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ δευτέρᾳ τῶν Νηστειῶν, μνήμην ἐπιτελοῦμεν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Απολυτίκιο το αναστάσιμο (ήχος πλ.Α')
 

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Απολυτίκιο των Αγίων (ήχος πλ Δ΄)
 

Ὀρθοδοξίας ὁ φωστὴρ Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε τῶν μοναστῶν ἡ καλλονὴ τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος Γρηγόριε θαυματουργὲ Θεσσαλονίκης τὸ καύχημα κῆρυξ τῆς χάριτος ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
 

8/3/14

ΚΥΡΙΑΚΗ Α’ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ)


Το Συναξάρι της ημέρας

Τῇ Θ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων μεγάλων Τεσσαράκοντα Μαρτύρων, τῶν ἐν Σεβαστείᾳ τῇ πόλει μαρτυρησάντων.
Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐρπασιανοῦ.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Καισαρίου, ἀδελφοῦ τοῦ Ἁγίου Γρηγορίου τοῦ θεολόγου.
Τῇ αὐτῇ ἡμέρα οἱ Ἅγιοι Μάρτυρες, Πάππος, Μάμμη, Πατήρ, Μήτηρ, καὶ δύο τέκνα, ξίφη τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρώτῃ τῶν Νηστειῶν, ἀνάμνησιν ποιούμεθα τῆς ἀναστηλώσεως τῶν ἁγίων καὶ σεπτῶν Εἰκόνων, γενομένης παρὰ τῶν ἀειμνήστων Αὐτοκρατόρων Κωνσταντινουπόλεως, Μιχαὴλ καὶ τῆς μητρὸς αὐτοῦ Θεοδώρας, ἐπὶ τῆς Πατριαρχείας τοῦ ἁγίου καὶ Ὁμολογητοῦ Μεθοδίου.
Ἡ ἀπαράλλακτος Εἰκὼν τοῦ Πατρός, πρεσβείαις τῶν ἁγίων σου Ὁμολογητῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Απολυτίκιο το αναστάσιμο (ήχος Δ')
 

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Απολυτίκιο των Αγίων (ήχος Α΄)
 

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι, Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε, δεόμεθα.
 

2/3/14

ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ - ῏Ηχος Γ’, ῾Εωθινόν Γ’


 Το Συναξάρι της ημέρας

Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡσυχίου τοῦ Συγκλητικοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου, Ἐπισκόπου Κυρηνίας τῆς Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοΐντου τοῦ θαυματουργοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νέστορος καὶ Τριβιμίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρῳαδίου καὶ τῶν σὺν αὐτῷ μαρτυρησάντων ἐπὶ Δεκίου Βασιλέως.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Παρθένος Εὐθαλία ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀνδρόνικος καὶ Ἀθανασία ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς ἀπὸ τοῦ Παραδείσου τῆς τρυφῆς ἐξορίας τοῦ Πρωτοπλάστου Ἀδάμ.
Τῇ ἀφάτῳ σου εὐσπλαγχνία, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς τρυφῆς τοῦ Παραδείσου ἡμᾶς καταξίωσον, καὶ ἐλέησον, ὡς μόνος φιλάνθρωπος. Ἀμήν.

Απολυτίκιο το αναστάσιμο (ήχος Γ')


Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας  ᾅδου ἐρρύσατο  ἡμᾶς, καὶ παρέσχε κόσμῳ τὸ μέγα ἔλεος.

Απολυτίκιο  Θεοτοκίον (ήχος Γ΄ )


Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν  Θεοτόκε Παρθένε•
ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

15/2/14

ΚΥΡΙΑΚΗ ΙΖ´ΛΟΥΚΑ (ΤΟΥ ΑΣΩΤΟΥ) ῏Ηχος α’, ῾Εωθινόν A’


Το Συναξάρι της ημέρας

Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Πέτρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶς Ἁγίων μαρτύρων καὶ αὐταδέλφων, Πευσίππου, Ἐλασίππου, καὶ Μεσίππου· καὶ Νεονίλλης τῆς μάμμης αὐτῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Δάνακτος.
Τῇ αὐτῇ ἡμέρα τῆς τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου ἐκ τοῦ Ἱεροῦ Εὐαγγελίου τοῦ Εὐαγγελιστοῦ Λουκᾶ ιη' 10 - 14 παραβολῆς μνείαν ποιούμεθα.
Ταῖς τῶν Ἁγίων πάντων, μεγαλουργῶν σου πρεσβείαις, Χριστέ, ὁ Θεὸς ἡμῶν ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Απολυτίκιο το αναστάσιμο (ήχος α΄)
 

Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Κοντάκιον Ἦχος γ'
 

Τῆς πατρῴας, δόξης σου, ἀποσκιρτήσας ἀφρόνως, ἐν κακοῖς ἐσκόρπισα, ὅν μοι παρέδωκας πλοῦτον· ὅθεν σοι τὴν τοῦ Ἀσώτου, φωνὴν κραυγάζω· Ἥμαρτον ἐνώπιόν σου Πάτερ οἰκτίρμον, δέξαι με μετανοοῦντα, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου.

Εις τους Αίνους

Στιχηρό αναστάσιμα (ήχος α΄)


Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ· ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί· ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν· ἀνέστηςἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον· Κύριε δόξα σοι.

Ιδιόμελο Τριωδίου (ήχος β΄)


Τὴν τοῦ Ἀσώτου φωνὴν προσφέρω σοι Κύριε. Ἥμαρτον ἐνώπιον τῶν ὀφθαλμῶν σου ἀγαθέ, ἐσκόρπισα τὸν πλοῦτον τῶν χαρισμάτων σου, ἀλλὰ δέξαι με μετανοοῦντα, Σωτὴρ καὶ σῶσόν με.

Δόξα... (Ήχος πλ. β')


Πάτερ ἀγαθέ, ἐμακρύνθην ἀπὸ σοῦ μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀχρεῖον δείξῃς τῆς βασιλείας σου· ὁ ἐχθρὸς ὁ παμπόνηρος ἐγύμνωσέ με, καὶ ᾖρέ μου τὸν πλοῦτον· τῆς ψυχῆς τὰ χαρίσματα ἀσώτως διεσκόρπισα, ἀναστὰς οὖν, ἐπιστρέψας πρὸς σὲ ἐκβοῶ· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ δι' ἐμὲ ἐν Σταυρῷ τὰς ἀχράντους σου χεῖρας ἁπλώσας, ἵνα τοῦ δεινοῦ θηρὸς ἀφαρπάσῃς με, καὶ τὴν πρώτην καταστολὴν ἐπενδύσῃς με, ὡς μόνος πολυέλεος.

8/2/14

Κυριακή 9 Φεβρουαρίου 2014 – ΤΕΛΩΝΟΥ & ΦΑΡΙΣΑΙΟΥ


Εἶπεν ὁ Κύριος την παραβολὴν ταύτην· ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. Ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι, ἀλλ᾿ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.

Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

Ἀπόδοση στη νεοελληνική:

Εἶπεν ὁ Κύριοςτὴν ἑξῆς παραβολή:

Δύο ἄνθρωποι ἀνέβηκαν εἰς τὸν ναόν, διὰ νὰ προσευχηθοῦν, ὁ ἕνας ἦτο Φαρισαῖος καὶ ὁ ἄλλος τελώνης. Ὁ Φαρισαῖος ἐστάθηκε καὶ ἔκανε τὴν ἑξῆς προσευχὴν ἐν σχέσει πρὸς τὸν ἑαυτόν του: «Θεέ, σ’ εὐχαριστῶ, διότι δὲν εἶμαι ὅπως οἱ ἄλλοι ἄνθρωποι, ἅρπαγες, ἄδικοι, μοιχοὶ ἢ ὅπως αὐτὸς ἐδῶ ὁ τελώνης. Νηστεύω δυὸ φορὲς τὴν ἑβδομάδα, δίνω τὸ δέκατον ἀπὸ ὅλα, ὄσα ἀποκτῶ». Ὁ τελώνης ὅμως ἐστεκότανε μακρυὰ καὶ δὲν ἤθελε οὔτε τὰ μάτια του νὰ σηκώσῃ εἰς τὸν οὐρανὸν ἀλλ’ ἐκτυποῦσε τὸ στῆθός του καὶ ἔλεγε, «Θεέ, ἐλέησέ με τὸν ἁμαρτωλόν».

Σᾶς λέγω, ὅτι αὐτὸς κατέβηκε εἰς τὸ σπίτι του δικαιωμένος ἀπὸ τὸν Θεὸν παρὰ ὁ ἄλλος. Διότι ὅποιος ὑψώνει τὸν ἑαυτόν του θὰ ταπεινωθῇ, καὶ ἐκεῖνος ποὺ ταπεινώνει τὸν ἑαυτόν του θὰ ὑψωθῇ.



1/2/14

Ἡ Ὑπαπαντὴ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ - Ήχος Βαρύς, Εωθινό Ι΄


Το Συναξάρι της ημέρας
 

Τῇ Β' τοῦ αὐτοῦ μηνός, ἡ Ὑπαπαντὴ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾗ ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ ὁ δίκαιος Συμεών.
 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθοδώρου.
Αὐτῷ τῷ Θεῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.


Απολυτίκιο το αναστάσιμο (ήχος Βαρύς)
 

Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁΘεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Μετάφραση:
 

Κατήργησες με τον Σταυρό σου το θάνατο. Άνοιξες στον Ληστή τον Παράδεισο. Μετέβαλες τον θρήνο των Μυροφόρων, και στους Αποστόλους έδωσες εντολή να κηρύττουν, διότι αναστήθηκες Χριστέ ο Θεός, παρέχοντας στον κόσμο το μέγα έλεος.

Απολυτίκιο  της  εορτής (ήχος Α΄)
 

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Κοντάκιον της Εορτής
 

26/1/14

ΚΥΡΙΑΚΗ ΙΕ΄ΛΟΥΚΑ, Ήχος πλ Β΄, Εωθινό Θ΄


Το Συναξάρι της ημέρας

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συμβίου αὐτοῦ Μαρίας καὶ τῶν τέκνων αὐτοῦ Ἀρκαδίου καὶ Ἰωάννου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου σεισμοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών, τοῦ ἐπιλεγομένου Παλαιοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνανίου πρεσβυτέρου καὶ Πέτρου δεσμοφύλακος καὶ τῶν σὺν αὐτοῖς ἑπτὰ στρατιωτῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀμωνᾶς ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γαβριὴλ ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύω Μάρτυρες, οἱ ἐν Φρυγίᾳ, τυπτόμενοι τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Απολυτίκιο το αναστάσιμο (ήχος πλ Β')

Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν Άδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοι.

Μετάφραση: 

Αγγελικές Δυνάμεις ήταν στο μνήμα σου, και αυτοί που το φρουρούσαν έγιναν σαν νεκροί. 
Και στεκόταν η Μαρία στον τάφο, αναζητώντας το αμόλυντο σώμα σου. Νίκησες τον άδη και του πήρες ως λάφυρα τα όπλα, χωρίς να πάθεις βλάβη απ΄ αυτόν. Συνάντησες την Παρθένο, δωρίζοντας την ζωή. Δόξα σε σένα Κύριε, που αναστήθηκες από τους νεκρούς.

18/1/14

ΚΥΡΙΑΚΗ ΙΒ΄ΛΟΥΚΑ, Ήχος πλ Α΄, Εωθινό Η΄


Το Συναξάρι της ημέρας

Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὅσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Αἰγυπτίου καὶ ἀναχωρητοῦ, καὶ τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Εὐφρασίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εἰς τὸν Ναὸν τῶν ἁγίων Ἀποστόλων Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ θεολόγου.
Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ ἀνάμνησις τοῦ ἐν Νικαίᾳ μεγίστου θαύματος, ὅτε ὁ Μέγας Βασίλειος διὰ προσευχῆς ἀνέῳξε τὰς πύλας τῆς Καθολικῆς Ἐκκλησίας καὶ παρέθετο αὐτὴν τοῖς Ὀρθοδόξοις.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Απολυτίκιο το αναστάσιμο (ήχος πλ Α')
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν
τῷ σταυρῷ, καὶ θάνατονὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Μετάφραση: 
Τον Λόγο, που μαζί με τον Πατέρα και το Πνεύμα δεν έχει αρχή, που γεννήθηκε από την Παρθένο για τη σωτηρία μας, ας υμνήσουμε οι πιστοί και ας προσκυνήσουμε. Διότι δέχτηκε ευχαρίστως με το σώμα του να ανέβει πάνω στον Σταυρό, και να υπομείνει θάνατο, και να σηκώσει ζωντανούς αυτούς που είχαν πεθάνει.

11/1/14

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ, Ήχος Δ΄, Εωθινό Ζ΄



Το Συναξάρι της ημέρας
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Τατιανῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Ἀβεσαλαμίτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Μάρτυρος Μερτίου.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ὀκτὼ Μάρτυρες, οἱ ἀπὸ Νικαίας, ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Εὐθασία ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ἠλιού.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Απολυτίκιο το αναστάσιμο (ήχος Δ')
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι  αἱ τοῦ Κυρίου Μαθήτριαι, 
καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· 
Ἐσκύλευται ὁ θάνατος, ἡγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Μετάφραση: 
Ἀφοῦ οἱ Μαθήτριες τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἐπληροφορήθησαν ἀπὸ τὸν Ἄγγελο τὸ χαρούμενο μήνυμα τῆς Ἀναστάσεώς του, καὶ ἀπεκήρυξαν τὴν προγονικὴ ἀπόφασι (τῆς ἀπὸ τοῦ Θεοῦ ἀποστασίας τῶν ἀνθρώπων) ἀνήγειλλαν στοὺς Ἀποστόλους μὲ περισσὴ εὐχαρίστησι· Ἔχει νικηθῆ πλέον ὁ θάνατος, ἀφοῦ ἀνεστήθη ὁ Χριστὸς καὶ Θεός μας, χαρίζοντας ἔτσι σ' ὁλόκληρο τὸν κόσμο τὸ ἀπέραντο καὶ πλούσιο ἔλεός του.

31/12/13

Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ


Τῇ Α' τοῦ αὐτοῦ μηνὸς ἑορτάζομεν τὴν κατὰ σάρκα Περιτομὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ Μεγάλου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδοτος ξίφει τελειούται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος, ὁ Πατὴρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειούται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Απολυτίκιο Αγίου Βασιλείου
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι' οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Απολυτίκιο της Εορτής
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ' οὐσίαν, πολυεύσπλαγχνε Κύριε• καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.

Κοντάκιο της Εορτής
Ὁ τῶν ὅλων Κύριος, περιτομὴν ὑπομένει, καὶ βροτῶν τὰ πταίσματα, ὡς ἀγαθὸς περιτέμνει δίδωσι τὴν σωτηρίαν σήμερον κόσμῳ χαίρει δὲ ἐν τοῖς ὑψίστοις καὶ ὁ τοῦ Κτίστου, Ἱεράρχης καὶ φωσφόρος, ὁ θεῖος μύστης Χριστοῦ Βασίλειος.

Από την Θ΄ Ωδή του κανόνα
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.
Μεγάλυνον ψυχή μου, τὸν κατὰ τὸν Νόμον, σαρκὶ περιτμηθέντα.
Μεγάλυνον ψυχή μου, τὸν ἐν τῇ ὀγδόῃ, περιτομὴν λαβόντα.
Σήμερον ὁ Δεσπότης, τέμνεται τὴν σάρκα, ὡς βρέφος πληρῶν τὸν Νόμον.
Σήμερον ὁ Δεσπότης, σαρκὶ περιετμήθη, καὶ Ἰησοῦς ἐκλήθη.
Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἱεράρχαις, Βασίλειον τὸν Μέγαν.
Μεγάλυνον ψυχή μου, τὸν ἐκ Καισαρείας, Βασίλειον τὸν Μέγαν.
Μεγάλυνον ψυχή μου, τὸν τῆς οἰκουμένης, ὑπέρλαμπρον φωστῆρα.
Μεγάλυνον ψυχή μου, τὸν κεκοσμηκότα, Χριστοῦ τὴν Ἐκκλησίαν.
Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

29/12/13

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ, Ήχος Β΄, Εωθινό Ε΄


Το Συναξάρι της ημέρας

Τῇ ΚΘ’τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, χιλιάδων δεκατεσσάρων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Χριστιανῶν καὶ ἀδελφῶν ἡμῶν τῶν ἐν λιμῷ καὶ δίψει καὶ μαχαίρᾳ καὶ κρύει τελειωθέντων.
Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τοῖς Χαλκοπρατείοις εἰς τὸν ναὸν τῆς Ὑπεραγίας Θεοτόκου, ἔνθα ἡ ἁγία σορός. 
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων. 
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θαδδαίου τοῦ Ὁμολογητοῦ. 
Τῇ αὐτῇ ἡμέρᾳ, τὰ ἐγκαίνια τοῦ ναοῦ τῶν ἁγίων 40 Μαρτύρων πλησίον τοῦ Χαλκοῦ τετραπύλου.
Ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Γεώργιος ὁ ἐπίσκοπος Νικομηδείας, ὁ ποιητὴς ᾀσματικῶν τινων κανόνων καὶ ἑτέρων γλαφυρῶν ὕμνων, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ Ὅσιοι πατέρες Βενιαμὶν καὶ Ἀθηνόδωρος ἐν εἰρήνῃ τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Χριστοῦ Γέννησιν, μνήμη τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων, Ἰωσὴφ τοῦ Μνήστορος τῆς Ἁγίας Παρθένου Δεσποίνης ἡμῶν Θεοτόκου, Ἰακώβου τοῦ Ἀδελφοῦ τοῦ Κυρίου, καὶ Δαυΐδ τοῦ Προφήτου καὶ Βασιλέως. 

Απολυτίκιο το αναστάσιμο (ήχος Β΄)
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Μετάφραση: 
Όταν κατέβηκες κάτω προς τον θάνατο, εσύ που είσαι η αθάνατη ζωή, τότε τον έκανες νεκρό τον θάνατο, με την λάμψη της Θεότητάς σου, που ήταν σαν αστραπή. Και όταν σήκωσες από τα καταχθόνια (τα μέρη που είναι κάτω από τη γη) αυτούς που είχαν πεθάνει, όλες οι δυνάμεις που είναι στα επουράνια κραύγαζαν: Δόξα σε Σένα, Χριστέ ο Θεός μας, που δίνεις ζωή.

24/12/13

ΧΡΙΣΤΟΥΓΕΝΝΑ



Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ προσκύνησις τῶν Μάγων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν θεασαμένων Ποιμένων τὸν Κύριον.
Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κοντάκιο
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει.
Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Μετάφραση:
Η Παναγία σήµερα στον κόσµο φέρνει ως άνθρωπο τον Άκτιστο Θεό, και η γη το Σπήλαιο στον Απροσπέλαστο παρέχει. Άγγελοι µε τους βοσκούς δοξολογούνε και µάγοι έρχονται στο δρόµο µε τ΄ αστέρι. Αφού προς χάρη µας γεννήθηκε Νέο Παιδί, ο ‘Άχρονος Θεός.

Από την Θ΄ Ωδή του κανόνα
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. 
Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.
Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.
Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.
Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Ἀστέρος, τοῖς Μάγοις μηνυθέντα.
Μεγάλυνον ψυχή μου, τὴν ἁγνὴν Παρθένον, τὴν γεννησαμένην, Χριστὸν τὸν Βασιλέα.
Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει.
Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ.
Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.
Σήμερον οἱ Ποιμένες, βλέπουσι τὸν Σωτῆρα, σπαργάνοις εἱλημένον, καὶ κείμενον ἐν Φάτνῃ.
Σήμερον ὁ Δεσπότης, ῥάκει σπαργανοῦται, ὁ ἀναφὴς ὡς βρέφος.
Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου Κόρης.
Οὐράνιαι Δυνάμεις τεχθέντα τὸν Σωτῆρα, Κύριον καὶ Δεσπότην, μηνύουσι τῷ κόσμῳ.
Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.

Αίνοι – Και νυν…
Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Μετάφραση
Σήμερα γεννιέται ο Χριστός στη Βηθλεέμ απ΄την Παρθένα. Σήμερα ο άναρχος παίρνει αρχή, και  Λόγος σαρκώνεται. Οι (Αγγελικές) Δυνάμεις των ουρανών αγάλλονται και η γη μαζί με τους ανθρώπους ευφραίνεται. Οι Μάγοι προσφέρουν τα δώρα. Οι Ποιμένες κηρύττουν το θαύμα. Και εμείς με ασταμάτητη φωνή φωνάζουμε: Ανήκει δοξολογία στο Θεό που κατοικεί στους ουρανούς και στη γη ειρήνη, στους ανθρώπους η εύνοια του Θεού.


22/12/13

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ , Ήχος Α΄, Εωθινό Δ΄

 

Ο Όρθρος της Κυριακής αυτής εκτός από τα αναστάσιμα τροπάρια περιλαμβάνει τροπάρια  προεόρτια των Χριστουγέννων καθώς και τροπάρια της ακολουθίας των αγίων θεοφόρων Πατέρων.

Το Συναξάρι της ημέρας

Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας μεγαλομάρτυρος Ἀναστασίας, τῆς Φαρμακολυτρίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χρυσογόνου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Ζωΐλου.
Τῇ αὐτῇ ἡμέρᾳ, Τὰ θυρανοίξια τῆς τοῦ Θεοῦ μεγάλης Ἐκκλησίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Τὸ φωτοδρόμιον τῆς τοῦ Θεοῦ Ἐκκλησίας.
Τῇ αὐτῇ ἡμέρᾳ , Κυριακὴ πρὸ τῆς Χριστοῦ γεννήσεως, Μνήμην ἄγειν ἐτάχθημεν παρὰ τῶν Ἁγίων καὶ θεοφόρων Πατέρων ἡμῶν, πάντων τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος τῆς Ὑπεραγίας Θεοτόκου, κατὰ γενεαλογίαν, καθὼς ὁ Εὐαγγελιστὴς Λουκᾶς ἱστορικῶς ἠριθμήσατο, ὁμοίως καὶ τῶν Προφητῶν καὶ τῶν Προφητίδων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Απολυτίκιο το αναστάσιμο (ήχος Α΄)
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου Σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν, διὰ τοῦτο αἱ Δυνάμεις των οὐρανῶν ἐβόων σοι ζωοδότα. Δόξα τῇ Ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.

Μετάφραση:
Αν και σφραγίστηκε ο λίθος από τους Ιουδαίους, και στρατιώτες φρουρούσαν το αμόλυντο σώμα σου, αναστήθηκες μετά από τρεις ημέρες, Σωτήρα, δωρίζοντας στον κόσμο τη ζωή. Γι αυτό οι Δυνάμεις των ουρανών φώναζαν δυνατά σε σένα Ζωοδότα· Δόξα στην ανάστασή σου Χριστέ, δόξα στη Βασιλεία σου, δόξα στο προαιώνιο σχέδιο για τη σωτηρία μας μόνε Φιλάνθρωπε.

Απολυτίκιο των αγίων θεοφόρων Πατέρων (ήχος Β΄)
Μεγάλα τὰ τῆς Πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ Ἅγιοι τρεῖς Παῖδες ἠγάλλοντο· καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Μετάφραση:
Είναι μεγάλα τα κατορθώματα της πίστης! Μέσα στο καμίνι της φωτιάς , οι Τρεις άγιοι Νέοι αισθάνονταν μεγάλη χαρά, σαν να βρίσκονταν σε (δροσερό) νερό που αναπαύει. Και ο προφήτης Δανιήλ αποδεικνυόταν μέσα στα λιοντάρια σαν ποιμένας προβάτων. Με τις δεήσεις τους Χριστέ και Θεέ μας σώσε τις ψυχές μας.

15/12/13

ΚΥΡΙΑΚΗ ΚΕ’ ( ΙΑ’ ΛΟΥΚΑ) , Ήχος πλ δ΄, Εωθινό Γ΄


Ο Όρθρος της Κυριακής αυτής εκτός από τα αναστάσιμα τροπάρια περιλαμβάνει και τροπάρια της ακολουθίας των αγίων προπατόρων, καθώς τροπάρια της ακολουθίας του Αγίου Ελευθερίου ιερομάρτυρος.

Το Συναξάρι της ημέρας

Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.
Τῇ αὐτῇ ἡμέρᾳ , ἡ Ἁγία Ἀνθία, ἡ μήτηρ τοῦ Ἁγίου Ἐλευθερίου, περιχυθεῖσα τῷ τοῦ υἱοῦ νεκρῷ, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ , ὁ Ἅγιος Κορέμμων ὁ Ἔπαρχος, πιστεύσας τῷ Χριστῷ καὶ βαπτισθεὶς ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ δύο Δήμιοι οἱ πιστεύσαντες τῷ Χριστῷ ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ , Ἄθλησις τῆς Ἁγίας Ὁσιομάρτυρος Σωσσάνης.
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλευθερίου τοῦ Κουβικουλαρίου (θαλαμηπόλου).
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βάκχου τοῦ νέου.
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ νέου, ἀσκήσαντος ἐν τοῖς χρόνοις τοῦ Πορφυρογεννήτου, ἐν τῷ ὄρει Λάτρου.
Τῇ αὐτῇ ἡμέρᾳ , Κυριακὴ τῶν Ἁγίων Προπατόρων.
Ταῖς τῶν σῶν ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Απολυτίκιο το αναστάσιμο (ήχος πλ Δ΄)
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι. 

Μετάφραση: 
Από ψηλά κατέβηκες εσύ που είσαι Σπλαχνικός, καταδέχτηκες ταφή για τρεις μέρες, για να μας απελευθερώσεις από τα πάθη. Δόξα σε Σένα Κύριε, που είσαι η ζωή και η ανάστασή μας.

Απολυτίκιο Αγίου Ελευθερίου (ήχος πλ Α΄)
Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ  Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

Μετάφραση:
Μὲ τὸν μέχρι τὰ πόδια (χιτῶνα) στολισμένος στὸ ἔπακρο, καὶ στάζοντας τὰ αἵματα σε ῥυάκια, ἀνεχώρησες πρὸς τὸ Δεσπότη σου Χριστό, μακάριε, ἐσὺ ποὺ καθαίρεσες τὸ Σατανᾶ. Γι' αὐτὸ μὴ σταματᾶς νὰ πρεσβεύεις γιὰ χάρη αὐτῶν ποὺ τιμοῦν μὲ πίστη τὴ μακάριά σου ἄθληση.

Απολυτίκιο Αγίων Προπατόρων (ήχος Β΄)
Ἐν πίστει τοὺς Προπάτορας ἐδικαίωσας, τὴν ἐξ Ἐθνῶν δι' αὐτῶν προμνηστευσάμενος Ἐκκλησίαν. Καυχῶνται ἐν δόξῃ οἱ Ἅγιοι, ὅτι ἐκ σπέρματος αὐτῶν, ὑπάρχει καρπός εὐκλεής, ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. 

Μετάφραση:
Μὲ τὴν πίστη τοὺς προπάτορες δικαίωσες, ἔχοντας προμνηστευθεῖ δι' αὐτῶν τὴν Ἐκκλησία ποὺ προῆλθε ἀπὸ τὰ ἔθνη. Καυχῶνται μὲ δόξα οἱ Ἅγιοι διότι ἀπὸ τὸ σπέρμα τους ὑπάρχει ἔνδοξος καρπός, αὐτὴ ποὺ σὲ γέννησε ἀσπόρως. Μὲ τὶς ἱκεσίες αὐτῶν, Χριστὲ ποὺ εἶσαι ὁ Θεός μας, σῶσε τὶς ψυχές μας.

Εξαποστειλάριο Γ’ (ήχος Β΄)
Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω, ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι΄ Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὕς βαπτίζειν ἐκπέμψας, εἰς οὐρανούς, ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων. 

Μετάφραση:
 Ότι έχει αναστηθεί ο Χριστός, να μη δυσπιστεί κανένας. Γιατί εμφανίστηκε στη Μαρία, έπειτα παρουσιάστηκε σ΄ αυτούς που βάδιζαν έξω στα χωράφια. Έπειτα έκανε φανερή την παρουσία του πάλι στους έντεκα μαθητές, καθώς έτρωγαν, τους οποίους έστειλε να βαπτίζουν, και αναλήφθηκε στους ουρανούς, από όπου είχε κατεβεί, προσθέτοντας κύρος στο κήρυγμα, με πλήθος από θαύματα.

Εξαποστειλάριο Αγίων Προπατόρων (ήχος Β΄)
Πατέρων μνήμην σήμερον, σκιρτῶντες φιλοπάτορες, τοῦ Ἀβραὰμ συνελθόντες, καὶ Ἰσαὰκ κατὰ χρέος, καὶ Ἰακὼβ ὑμνήσωμεν, ἐξ ὧν Χριστὸς ὁ Κύριος, τὸ κατὰ σάρκα ὡράθη, διὰ πολλὴν εὐσπλαγχνίαν. 

Εξαποστειλάριο Αγίου Ελευθερίου (ήχος Γ΄)
Χριστῷ προσήγαγες Πάτερ, πιστῶν ἀγέλας ὡς ποιμήν, σοὶ δὲ προσφύσα τῷ μόσχῳ, ὡς δάμαλις ἡ τεκοῦσα, συνανῃρέθη, μεθ' ἧς σε, νῦν Ἐλευθέριε μέλπω.

Εξαποστειλάριο Θεοτοκίον (ήχος Γ΄)
Καὶ σὲ μεσίτριαν Κόρη, προβάλλομαι Παναγία, πρὸς τὸν ἐκ σοῦ γεννηθέντα, ὅπως κολάσεως πάσης, ἀπαλλαγῶ καὶ βασάνων, τῶν αἰωνίων ὁ τάλας.  

7/12/13

ΚΥΡΙΑΚΗ ΚΔ’ ( Ι’ ΛΟΥΚΑ) , Ήχος Βαρύς, Εωθινό Β΄


Ο Όρθρος της Κυριακής αυτής εκτός από τα αναστάσιμα τροπάρια περιλαμβάνει και τροπάρια της ακολουθίας των προεορτίων της συλλήψεως της Αγίας Άννης καθώς τροπάρια της ακολουθίας του Οσίου Παταπίου.

Το Συναξάρι της ημέρας

Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παταπίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σωσθένους, Ἀπολλώ, Κηφᾶ, Τυχικοῦ, Ἐπαφροδίτου, Καίσαρος, καὶ Ὀνησιφόρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σωφρονίου, Ἐπισκόπου Κύπρου.
Ταῖς τῶν Ἁγίων σου πρεσβείας, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Απολυτίκιο το αναστάσιμο (ήχος Βαρύς)
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁΘεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Μετάφραση: 
Κατήργησες με τον Σταυρό σου το θάνατο. Άνοιξες στον Ληστή τον Παράδεισο. Μετέβαλες τον θρήνο των Μυροφόρων, και στους Αποστόλους έδωσες εντολή να κηρύττουν, διότι αναστήθηκες Χριστέ ο Θεός, παρέχοντας στον κόσμο το μέγα έλεος.

Απολυτίκιο  Θεοτοκίον  (ήχος Βαρύς)
Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε∙ σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Μετάφραση:
Ως θησαυρός της δικής μας αναστάσεως, βγάλε Πανύμνητε πάνω από το λάκκο και το βυθό των αμαρτημάτων αυτούς που έχουν εμπιστοσύνη σε σένα. Γιατί εσύ τους υπεύθυνους για την αμαρτία έσωσες, αφού γέννησες τη σωτηρία, εσύ που πριν απο τον τοκετό ήσουν παρθένος, και κατά τον τοκετό παρθένος, και μετά τον τοκετό πάλι παρέμεινες παρθένος.