Εμφάνιση αναρτήσεων με ετικέτα Τη αυτή ημέρα.... Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Τη αυτή ημέρα.... Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 23 Απριλίου 2015

Τη αυτή ημέρα...




Εὐφραίνου καὶ σκίρτα χορὸς Ἀθλητῶν, πανηγύρεως τῆς νῦν, εὐρηκότες ἐξάρχοντα τὸν Γεώργιον, καὶ ἀγάλλεσθε, σὺν αὐτῷ Δαυϊτικῶς· ἡμέρα γὰρ Κυρίου.

Κοντάκιον.
Γεωργηθεὶς ὑπὸ Θεοῦ ἀνεδείχθης, τῆς εὐσεβείας γεωργὸς Τιμιώτατος, τῶν ἀρετῶν τὰ δράγματα συλλέξας σεαυτῷ· σπείρας γὰρ ἐν δάκρυσιν, εὐφροσύνῃ θερίζεις· ἀθλήσας δὲ δι΄ αἵματος, τὸν Χριστὸν ἐκομίσω· καὶ ταῖς πρεσβείαις Ἅγιε ταῖς σαῖς, πᾶσι παρέχεις πταισμάτων συγχώρησιν.

Ὁ Οἶκος.
Τὸν ὑπὲρ κόσμου τῆς ζωῆς τὴν ψυχὴν αὑτοῦ θέντα, Χριστὸν τὸν Βασιλέα, ποθῶν ὁ στρατιώτης, ὁ μέγας Γεώργιος, σπεύδει θανεῖν ὑπὲρ αὐτοῦ· ζῆλον γὰρ θεῖον ἐν καρδίᾳ ἐσχηκώς, αὐτὸς ἑαυτὸν προσήγαγε. Τοῦτον οὖν καὶ ἡμεῖς ἀνυμνήσωμεν πίστει, ὡς θερμὸν προστάτην ἡμῶν, ὡς ἔνδοξον ὄντα Χριστοῦ δοῦλον, μιμούμενον σαφῶς τὸν ἴδιον Δεσπότην, καὶ αἰτοῦντα αὐτόν, πᾶσι παρέχειν πταισμάτων συγχώρησιν.

Κυριακή 22 Μαρτίου 2015

Τη αυτή ημέρα...


Δ' Κυριακή των Νηστειών- Αγίου Ιωάννου της Κλίμακος

Δοξαστικό Εσπερινού Οσίου Ιωάννου της Κλίμακος πλ α'

Ὅσιε Πάτερ τῆς φωνῆς τοῦ Εὐαγγελίου, τοῦ Κυρίου ἀκούσας, τὸν Κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισάμενος· ὅθεν πᾶσιν ἐβόας· Ἀγαπήσατε τὸν Θεὸν καὶ εὑρήσετε χάριν αἰώνιον, μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ, ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ εὑρήσητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγιων, ὧν ταίς ἱκεσίαις Χριστὲ φύλαξον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. 




Τρίτη 9 Δεκεμβρίου 2014

Τη αυτή ημέρα...





Κοντάκιον τῆς Ἁγ. Ἄννης

Ἦχος δ” Ἐπεφάνης σήμερον
Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν τῆς Ἄννης σύλληψιν, γεγενημένην ἐν Θεῷ· καὶ γὰρ αὐτὴ ἀπεκύησε, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.
Ὁ Οἶκος
Σὺ τῇ Σάρρᾳ δοὺς ποτέ, ἐν γήρᾳ βαθυτάτῳ, τῇ σῇ ἐπιστασίᾳ, καὶ ἐν ἐπαγγελίᾳ υἱὸν τὸν μέγαν, Ἰσαὰκ σὺ διανοίξας τὴν στειρεύουσαν νηδὺν τῆς Ἄννης, Παντοδύναμε, μητρὸς Σαμουὴλ τοῦ Προφήτου σου, καὶ νῦν ἐπιδὼν ἐπἐμέ, δέξαι μου τὰς δεήσεις, καὶ πλήρωσόν μου τὰς αἰτήσεις, ἐβόα ἐν κλαυθμῷ σώφρων Ἄννα καὶ στεῖρα, καὶ ἐπήκουσεν αὐτῆς εὐεργέτης. Ὅθεν ἐν χαρᾷ συνέλαβε τὴν Παρθένον, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.

Συναξάριον

Τῇ Θ’ τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς ὑπεραγίας Θεοτόκου.

Στίχοι
    Οὐχ ὥσπερ Εὔα καὶ σὺ τίκτεις ἐν λύπαις.
    Χαρὰν γὰρ Ἄννα ἔνδον κοιλίας φέρεις.
    Τῇδ’ ἐνάτῃ Μαρίην Θεομήτορα σύλλαβεν Ἄννα.

Τρίτη 28 Οκτωβρίου 2014

Τη αυτή ημέρα...





Ετήσιον σύναξιν και εορτήν επιτελούμεν προς τιμήν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας, της Ελευρωτρίας ,της κατ'εξαιρετον τρόπν υπερμάχου και προστάτιδος και εφόρου του ευσεβούς ημών Έθνους.
 
O Oίκος 

Άνωθεν παραδόξως καινή κλήσει Παρθένε, υπέδειξας ημίν την σην χάριν, δι' ής λυτρωθέντες των δεινών, Ελευθερώτριαν σε ονομάζομεν, υμνούντες σου τα θάυματα και βοώντες σοι γηθοσύνως:

Χαίρε δι'ης η Ελλάς χορεύει
Χαίρε δι'ης τους εχθρούς εκτρέπει
Χαίρε φιλοχρίστου στρατού η ενίσχυσις
Χαίρε Ορθοδόξου λαού η αντίληψις
Χαίρε ότι εταπείνωσας υψιτένοντα εχθρόν
Χαίρε ότι χαράς έπλησας τον λαόν σου τον πιστόν
Χαίρε παρηγορία χαλεπώς θλιβομένων
Χαίρε ελευθερία των δεινώς δουλωθέντων
Χαίρε πηγή πλουσίας χρηστότητας
Χαίρε αλκή ημών η στερέμνιος
Χαίρε πιστοίς η αεί βοηθούσα
Χαίρε ημάς πόνων ελευθερούσα
Χαίρε Νύμφη Ανύμφευτε.

 Στίχοι

Ελευθερίαν ημίν δούσαν Παρθένε
ελευθερώτριαν πάς Ελλάς καλεί σε.
Μητρός Θεοίο ίτε παίδες Ελλήνων κυδαίνειν χάριν.