Ἅγ. Ῥωμανὸς ὁ Μελωδός
Mτφρ. π. Ἀνανίας Κουστένης Προοίμιον
Τὸν δι᾿ ἡμᾶς σταυρωθέντα δεῦτε πάντες ὑμνήσωμεν, αὐτὸν γὰρ κατεῖδε Μαρία ἐπὶ ξύλου καὶ ἔλεγεν, «Εἰ καὶ σταυρὸν ὑπομένεις, σὺ ὑπάρχεις ὁ υἱὸς καὶ θεός μου»
Προοίμιον
Ἐκεῖνον ποὺ σταυρώθηκε γιὰ μᾶς, ὅλοι, ἐλᾶτε, ἂς δοξολογήσουμε. Αὐτόν, λοιπόν, ἀντίκρυσε πάνω στὸ Ξύλο ἡ Μαρία κι ἔλεγε: «Στὸ Σταυρὸ ἂν καὶ κρέμεσαι, γιὰ μένα εἶσαι ὁ Υἱὸς καὶ Θεὸς μου».
Οἶκοι
α´
Τὸν ἴδιον ἄρνα ἡ ἀμνὰς θεωροῦσα πρὸς σφαγὴν ἑλκόμενον ἠκολούθει ἡ Μαρία τρυχομένη μεθ᾿ ἑτέρων γυναικῶν ταῦτα βοῶσα, «Ποῦ πορεύῃ, τέκνον; τίνος χάριν τὸν ταχὺν δρόμον τελέεις; μὴ ἕτερος γάμος πάλιν ἐστὶν ἐν Κανᾷ, κἀκεῖ νυνὶ σπεύδεις, ἵν᾿ ἐξ ὕδατος αὐτοῖς οἶνον ποιήσῃς; συνέλθω σοι, τέκνον, ἢ μείνω σε μᾶλλον; δός μοι λόγον, Λόγε, μὴ σιγῶν παρέλθῃς με, ὁ ἁγνὴν τηρήσας με, ὁ υἱὸς καὶ θεός μου».

