Α΄ Γυμνασίου
ΟΡΓΑΝΙΜΟΣ ΕΚΔΟΣΕΩΝ ΔΙΔΑΚΤΙΚΩΝ ΒΙΒΛΙΩΝ
ΑΘΗΝΑΙ 1967
᾿Εξώφυλλον Ζωγράφου ΤΑΣΟΥ ΧΑΤΖΗ
1. Ὁ πιστὸς φίλος.
Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις².
῾Ο φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς
τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ⁴ κινδυνεύετε, ὦ
φίλοι, τοὺς τῶν ἀνθρώπων τρόπους⁵ γιγνώσκετε· οἱ μὲν
γὰρ ἄπιστοι φίλοι οὐ μετέχουσι⁶ τοῦ κινδύνου, οἱ δὲ πιστοὶ
συγκινδυνεύουσι τοῖς φίλοις. Πιστοῖς φίλοις μᾶλλον⁷ ἢ
χρυσῷ καὶ ἀργύρῳ πιστεύομεν. Οἱ ἀγαθοὶ ἄνθρωποι καὶ ἐν
κινδύνοις ἀεὶ ἀγαθὸν ἔχουσι θυμόν⁸· τῷ γὰρ θεῷ πιστεύουσιν.
῏Ω φίλε, ὁ θεὸς τοὺς ἀγαθοὺς ἀνθρώπους οὐ λείπει. Πολλοὶ
ἄνθρωποι τῷ πλούτῳ μᾶλλον ἢ τῷ θεῷ πιστεύουσι.
῾Ερμηνευτικές σημειώσεις
1. ἔχω ἐμπιστοσύνη
2. γνωρίζω
3. κόπος
4. ἐάν
5. χαρακτήρ
6. λαμβάνω μέρος
7. περισσότερον
8. διάθεσις

