Showing posts with label ΤΣΙΛΙΜΙΓΚΑΚΗΣ. Show all posts
Showing posts with label ΤΣΙΛΙΜΙΓΚΑΚΗΣ. Show all posts

Sunday, December 12, 2021

Ι. ΤΣΙΛΙΜΙΓΚΑΚΗ,ΥΜΝΟΙ ΓΙΑ ΤΑΧΕΙΑ ΑΝΑΡΡΩΣΗ ΤΟΥ ΑΝΤΙΟΙΚΟΥΜΕΝΙΣΤΗ ΑΚΑΡΝΑΝΙΑΣ ΚΟΣΜΑ

 

ΥΜΝΟΙ ΓΙΑ ΤΑΧΕΙΑ ΑΝΑΡΡΩΣΗ ΤΟΥ ΑΝΤΙΟΙΚΟΥΜΕΝΙΣΤΗ ΑΚΑΡΝΑΝΙΑΣ ΚΟΣΜΑ


Του κ. Ιωάννη Τσιλιμιγκάκη

=====


Σῶτερ ἀπὸ κλίνης ὀδυνηρᾶς, ἔγειρον ἐν τάχει, ἱεράρχην σου τὸν Κοσμᾶν, τὸν τῆς Αἰτωλίας, καὶ τῆς Ἀκαρνανίας, νοσοῦντα ἀρχιθύτην, ὅνπερ θεράπευσον.


Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.

Μνήσθητι Ἰησοῦ, Κοσμᾶ ἀρχιερέως, καὶ δὸς αὐτῷ ὑγείαν, ἵνα σε μεγαλύνῃ, Χριστὲ ἀπειροδύναμε.


Σῶτερ ὀδυνηρᾶς, ἀνάστησον ἐκ κλίνης, Κοσμᾶν τὸν ἱεράρχην, καὶ δὸς αὐτῷ ὑγείαν, ἐκ νόσου καὶ κακώσεως.


Ἦχος δ´. Ὁ ἐξ ὑψίστου κληθείς.

Ὑπὲρ ὑγείας Κοσμᾶ ἀρχιερέως, Χριστὸν ἱκετεύσωμεν πάντες ὀρθόδοξοι, Ἀκαρνανίας ἐφόρου τε, καὶ Αἰτωλίας, ὅτι ἐν κλίνῃ τανῦν κατάκειται, νόσου καὶ ἐκδέχεται τὴν ῥῶσιν ἄνωθεν, καὶ τὴν ταχεῖαν ἐνίσχυσιν, καὶ θεραπείαν· καὶ γὰρ τῶν νόσων ψυχῆς καὶ σώματος, Χριστὸς ὁ μόνος ἰατρός ἐστιν, ὁ δυνάμενος τάχος ἰάσασθαι, τοῦ αὐτοῦ ἀρχιθύτου, ἀῤῥωστίαν τὴν τοῦ σώματος.

Monday, November 22, 2021

ΙΩΑΝΝΗΣ ΤΣΙΛΙΜΙΓΚAΚΗΣ,ΥΜΝΟΙ ΣΤΟΝ ΟΣΙΟΣ ΓΕΡΟΝΤΑ ΦΙΛΟΘΕΟ ΖΕΡΒΑΚΟ

Στο ιστολόγιό μας καταχωρήθηκαν οι ακόλουθοι ύμνοι από τον προικισμένο Υμνογράφο κ. Ιωάννης Τσιλιμιγκάκης για τον Όσιο αντιοικουμενιστή Γέροντα Φιλόθεο Ζερβάκο.


Εἴκοσιν καὶ πέντε καὶ ἑκατόν, ἔσωσας Παρίους, ἐκ τῆς μήνιος Γερμανῶν· σὺ γὰρ τὴν ψυχήν σου, ὑπὲρ τοῦ σοῦ ποιμνίου, τελείᾳ προαιρέσει, Ὅσιε ἔθηκας.

Ἤθλησας νομίμως καὶ εὐσεβῶς· ὅθεν νῦν πρεσβεύεις, τῷ Κυρίῳ ὑπὲρ πασῶν, ψυχῶν φιλοθέων, Φιλόθεε παμμάκαρ, Πακίων μέγα κλέος, Παρίων καύχημα.

Φίλος ἀναδέδειξαι τοῦ Θεοῦ, καὶ πιστῶν προστάτης, δι' ἀγῶνος πνευματικοῦ, κρήνη ἰαμάτων, Φιλόθεε θεόπτα, σεπτὲ οὐρανοδρόμε, Πάρου ἀγλάισμα.

Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἄγγελον ἐν σαρκί, Φιλόθεον ὑμνοῦμεν, τῆς Πάρου τὸν προστάτην, θυσίας δὲ ἁγίας, τελείαν ὑποτύπωσιν.

Φίλος ὢν τοῦ Θεοῦ, Φιλόθεε παμμάκαρ, αὐτὸν ἐν παῤῥησίᾳ, ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἁμαρτίας ἔλεγχον, καὶ ἀσεβείας, ὀρθοδόξου δόγματος, καὶ παραδόσεως φρουρόν, τὸν θεοφόρον Φιλόθεον, ἐν ἐγκωμίοις, τιμήσωμεν ἅπαντες.


Χεῖράς μου ἱκέτιδας ἀνυψῶ, καὶ ἐν κατανύξει, τῆς ψυχῆς μου ἐκλιπαρῶ, σοῦ τὴν μεσιτείαν, Φιλόθεε θεόφρον, ὑπὲρ τῆς σωτηρίας, ἐμοῦ τοῦ τάλανος.

Ἦχος γ´. Θείας πίστεως.

Κλέος ἄφθιτον, Παροναξίας, μέγαν πρόμαχον, Ὀρθοδοξίας, ἀνυμνήσωμεν τὸν θεῖον Φιλόθεον, σημειοφόρων πατέρων ἀκρώρειαν, καλοῦ ποιμένος δὲ τύπον κραυγάζοντες· Ταῖς πρὸς Κύριον λιταῖς σου ἡμᾶς ἀξίωσον, Σιὼν ἐπουρανίου οὐρανόπεμπτε.


Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Πιστῶν ἀντιλήπτορα, τῆς Ἐκκλησίας Χριστοῦ, τῆς Πάρου ἀγλάισμα, καὶ Λακωνίας ὁμοῦ, τιμῶμεν Φιλόθεον· οὗτος γὰρ ἀγαπήσει, τῆς Τριάδος τελείᾳ, σκεύει ἐν ὀστρακίνῳ, ἰσαγγέλως βιώσας, τὸν θεῖον τῆς ἀφθαρσίας, στέφανον δέδεκται.