• Ἡ τυραννία τῆς ἐξεζητημένης πολυτέλειας.
• Ἕως πότε θὰ κυβερνάει ὁ πλοῦτος ποὺ γεννάει τὸν πόλεμο καὶ γενικότερα τροφοδοτεῖ τὸ πολύμορφο ἠθικὸ καὶ κοινωνικὸ κακό;
ΚΕΙΜΕΝΟ
«... Τὶ ἀποκριθήση τῷ κριτῇ ὁ τοὺς τοίχους ἀμφιεννύς, ἄνθρωπον οὐκ ἐνδύεις; ὁ τοὺς ἵππους κοσμῶν, τὸν ἀδελφὸν ἀσχημονοῦντα περιορᾷς; ὁ κατασήπων τὸν σῖτον, τοὺς πεινῶντας οὐ τρέφεις; ὁ τὸν χρυσὸν κατορύσσων, τοῦ
ἀγχομένου καταφρονεῖς; Ἐὰν δὲ δὴ καὶ γυνὴ φιλόπλουτος συνοικῆ, διπλασίων ἡ νόσος· τὰς τε γὰρ τρυφὰς ἀναφλέγει,
καὶ τὰς φιληδονίας συναύξει, καὶ κέντρα ταῖς περιέργοις ἐπιθυμίαις ἐνίησι, λίθους τινὰς ἐπινοοῦσα, μαργαρίτας καὶ
σμαράγδους καὶ ὑακίνθους, καὶ χρυσόν, τὸν μὲν χαλκεύου-
σα, τὸν δὲ ἐξυφαίνουσα, καὶ διὰ πάσης ἀπειροκαλίας τὴν νόσον αὔξουσα. Οὐ γὰρ ἐκ παρέργου ἡ περὶ ταῦτα σπου-
δή, ἀλλὰ καὶ νύκτες καὶ ἡμέραι τὰς περὶ τούτων μερίμνας ἔχουσι. Καὶ μυρίοι τινὲς κόλακες, ταῖς ἐπιθυμίαις αὐτῶν
ὑποτρέχοντες, συνάγουσι τοὺς ἀνθοβαφεῖς, τοὺς χρυσοχόους, τοὺς μυρεψούς, τοὺς ὑφάντας, τοὺς ποικιλτάς. Οὐδένα χρόνον ἀναπνεῖν δίδωσι τῷ ἀνδρὶ ἐκ τῶν συνεχῶν αὐτῆς
ἐπιταγμάτων. Οὐδεὶς ἐξαρκεῖ πλοῦτος ταῖς γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος, οὐδ’ ἂν ἐκ ποταμῶν ἐπιρρέῃ...
